ἦ
,
καὶ
ἐπῶρτʼ
Ἀχιλῆϊ
κυκώμενος
ὑψόσε
θύων
μορμύρων
ἀφρῷ
τε
καὶ
αἵματι
καὶ
νεκύεσσι
.
325
πορφύρεον
δʼ
ἄρα
κῦμα
διιπετέος
ποταμοῖο
ἵστατʼ
ἀειρόμενον
,
κατὰ
δʼ
ᾕρεε
Πηλεΐωνα
·
Ἥρη
δὲ
μέγʼ
ἄϋσε
περιδείσασʼ
Ἀχιλῆϊ
μή
μιν
ἀποέρσειε
μέγας
ποταμὸς
βαθυδίνης
,
αὐτίκα
δʼ
Ἥφαιστον
προσεφώνεεν
ὃν
φίλον
υἱόν
·
330
ὄρσεο
κυλλοπόδιον
ἐμὸν
τέκος
·
ἄντα
σέθεν
γὰρ
Ξάνθον
δινήεντα
μάχῃ
ἠΐσκομεν
εἶναι
·
ἀλλʼ
ἐπάμυνε
τάχιστα
,
πιφαύσκεο
δὲ
φλόγα
πολλήν
.
αὐτὰρ
ἐγὼ
Ζεφύροιο
καὶ
ἀργεστᾶο
Νότοιο
εἴσομαι
ἐξ
ἁλόθεν
χαλεπὴν
ὄρσουσα
θύελλαν
,
335
ἥ
κεν
ἀπὸ
Τρώων
κεφαλὰς
καὶ
τεύχεα
κήαι
φλέγμα
κακὸν
φορέουσα
·
σὺ
δὲ
Ξάνθοιο
παρʼ
ὄχθας
δένδρεα
καῖʼ
,
ἐν
δʼ
αὐτὸν
ἵει
πυρί
·
μὴ
δέ
σε
πάμπαν
μειλιχίοις
ἐπέεσσιν
ἀποτρεπέτω
καὶ
ἀρειῇ
·
μὴ
δὲ
πρὶν
ἀπόπαυε
τεὸν
μένος
,
ἀλλʼ
ὁπότʼ
ἂν
δὴ
340
φθέγξομʼ
ἐγὼν
ἰάχουσα
,
τότε
σχεῖν
ἀκάματον
πῦρ
.
ὣς
ἔφαθʼ
,
Ἥφαιστος
δὲ
τιτύσκετο
θεσπιδαὲς
πῦρ
.
πρῶτα
μὲν
ἐν
πεδίῳ
πῦρ
δαίετο
,
καῖε
δὲ
νεκροὺς
πολλούς
,
οἵ
ῥα
κατʼ
αὐτὸν
ἅλις
ἔσαν
,
οὓς
κτάνʼ
Ἀχιλλεύς
·
πᾶν
δʼ
ἐξηράνθη
πεδίον
,
σχέτο
δʼ
ἀγλαὸν
ὕδωρ
.
345
ὡς
δʼ
ὅτʼ
ὀπωρινὸς
Βορέης
νεοαρδέʼ
ἀλωὴν
αἶψʼ
ἀγξηράνῃ
·
χαίρει
δέ
μιν
ὅς
τις
ἐθείρῃ
·
ὣς
ἐξηράνθη
πεδίον
πᾶν
,
κὰδ
δʼ
ἄρα
νεκροὺς
κῆεν
·
ὃ
δʼ
ἐς
ποταμὸν
τρέψε
φλόγα
παμφανόωσαν
.
καίοντο
πτελέαι
τε
καὶ
ἰτέαι
ἠδὲ
μυρῖκαι
,
350
καίετο
δὲ
λωτός
τε
ἰδὲ
θρύον
ἠδὲ
κύπειρον
,
τὰ
περὶ
καλὰ
ῥέεθρα
ἅλις
ποταμοῖο
πεφύκει
·
τείροντʼ
ἐγχέλυές
τε
καὶ
ἰχθύες
οἳ
κατὰ
δίνας
,
οἳ
κατὰ
καλὰ
ῥέεθρα
κυβίστων
ἔνθα
καὶ
ἔνθα
πνοιῇ
τειρόμενοι
πολυμήτιος
Ἡφαίστοιο
.
355
καίετο
δʼ
ἲς
ποταμοῖο
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
Ἥφαιστʼ
,
οὔ
τις
σοί
γε
θεῶν
δύνατʼ
ἀντιφερίζειν
,
οὐδʼ
ἂν
ἐγὼ
σοί
γʼ
ὧδε
πυρὶ
φλεγέθοντι
μαχοίμην
.
λῆγʼ
ἔριδος
,
Τρῶας
δὲ
καὶ
αὐτίκα
δῖος
Ἀχιλλεὺς
ἄστεος
ἐξελάσειε
·
τί
μοι
ἔριδος
καὶ
ἀρωγῆς
;
360
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.