ὣς
οἳ
μὲν
πονέοντο
κάρη
κομόωντες
Ἀχαιοί
·
οἳ
δὲ
θεοὶ
πὰρ
Ζηνὶ
καθήμενοι
ἀστεροπητῇ
θηεῦντο
μέγα
ἔργον
Ἀχαιῶν
χαλκοχιτώνων
.
τοῖσι
δὲ
μύθων
ἦρχε
Ποσειδάων
ἐνοσίχθων
·
445
Ζεῦ
πάτερ
,
ἦ
ῥά
τίς
ἐστι
βροτῶν
ἐπʼ
ἀπείρονα
γαῖαν
ὅς
τις
ἔτʼ
ἀθανάτοισι
νόον
καὶ
μῆτιν
ἐνίψει
;
οὐχ
ὁράᾳς
ὅτι
δʼ
αὖτε
κάρη
κομόωντες
Ἀχαιοὶ
τεῖχος
ἐτειχίσσαντο
νεῶν
ὕπερ
,
ἀμφὶ
δὲ
τάφρον
ἤλασαν
,
οὐδὲ
θεοῖσι
δόσαν
κλειτὰς
ἑκατόμβας
;
450
τοῦ
δʼ
ἤτοι
κλέος
ἔσται
ὅσον
τʼ
ἐπικίδναται
ἠώς
·
τοῦ
δʼ
ἐπιλήσονται
τὸ
ἐγὼ
καὶ
Φοῖβος
Ἀπόλλων
ἥρῳ
Λαομέδοντι
πολίσσαμεν
ἀθλήσαντε
.
τὸν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
νεφεληγερέτα
Ζεύς
·
ὢ
πόποι
ἐννοσίγαιʼ
εὐρυσθενές
,
οἷον
ἔειπες
.
455
ἄλλός
κέν
τις
τοῦτο
θεῶν
δείσειε
νόημα
,
ὃς
σέο
πολλὸν
ἀφαυρότερος
χεῖράς
τε
μένος
τε
·
σὸν
δʼ
ἤτοι
κλέος
ἔσται
ὅσον
τʼ
ἐπικίδναται
ἠώς
.
ἄγρει
μὰν
ὅτʼ
ἂν
αὖτε
κάρη
κομόωντες
Ἀχαιοὶ
οἴχωνται
σὺν
νηυσὶ
φίλην
ἐς
πατρίδα
γαῖαν
460
τεῖχος
ἀναρρήξας
τὸ
μὲν
εἰς
ἅλα
πᾶν
καταχεῦαι
,
αὖτις
δʼ
ἠϊόνα
μεγάλην
ψαμάθοισι
καλύψαι
,
ὥς
κέν
τοι
μέγα
τεῖχος
ἀμαλδύνηται
Ἀχαιῶν
.
ὣς
οἳ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
δύσετο
δʼ
ἠέλιος
,
τετέλεστο
δὲ
ἔργον
Ἀχαιῶν
,
465
βουφόνεον
δὲ
κατὰ
κλισίας
καὶ
δόρπον
ἕλοντο
.
νῆες
δʼ
ἐκ
Λήμνοιο
παρέσταν
οἶνον
ἄγουσαι
πολλαί
,
τὰς
προέηκεν
Ἰησονίδης
Εὔνηος
,
τόν
ῥʼ
ἔτεχʼ
Ὑψιπύλη
ὑπʼ
Ἰήσονι
ποιμένι
λαῶν
.
χωρὶς
δʼ
Ἀτρεΐδῃς
Ἀγαμέμνονι
καὶ
Μενελάῳ
470
δῶκεν
Ἰησονίδης
ἀγέμεν
μέθυ
χίλια
μέτρα
.
ἔνθεν
οἰνίζοντο
κάρη
κομόωντες
Ἀχαιοί
,
ἄλλοι
μὲν
χαλκῷ
,
ἄλλοι
δʼ
αἴθωνι
σιδήρῳ
,
ἄλλοι
δὲ
ῥινοῖς
,
ἄλλοι
δʼ
αὐτῇσι
βόεσσιν
,
ἄλλοι
δʼ
ἀνδραπόδεσσι
·
τίθεντο
δὲ
δαῖτα
θάλειαν
.
475
παννύχιοι
μὲν
ἔπειτα
κάρη
κομόωντες
Ἀχαιοὶ
δαίνυντο
,
Τρῶες
δὲ
κατὰ
πτόλιν
ἠδʼ
ἐπίκουροι
·
παννύχιος
δέ
σφιν
κακὰ
μήδετο
μητίετα
Ζεὺς
σμερδαλέα
κτυπέων
·
τοὺς
δὲ
χλωρὸν
δέος
ᾕρει
·
οἶνον
δʼ
ἐκ
δεπάων
χαμάδις
χέον
,
οὐδέ
τις
ἔτλη
480
πρὶν
πιέειν
πρὶν
λεῖψαι
ὑπερμενέϊ
Κρονίωνι
.
κοιμήσαντʼ
ἄρʼ
ἔπειτα
καὶ
ὕπνου
δῶρον
ἕλοντο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.