τὸν
δʼ
ὀλιγοδρανέων
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
λίσσομʼ
ὑπὲρ
ψυχῆς
καὶ
γούνων
σῶν
τε
τοκήων
,
μή
με
ἔα
παρὰ
νηυσὶ
κύνας
καταδάψαι
Ἀχαιῶν
,
ἀλλὰ
σὺ
μὲν
χαλκόν
τε
ἅλις
χρυσόν
τε
δέδεξο
,
340
δῶρα
τά
τοι
δώσουσι
πατὴρ
καὶ
πότνια
μήτηρ
,
σῶμα
δὲ
οἴκαδʼ
ἐμὸν
δόμεναι
πάλιν
,
ὄφρα
πυρός
με
Τρῶες
καὶ
Τρώων
ἄλοχοι
λελάχωσι
θανόντα
.
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεὺς
·
μή
με
κύον
γούνων
γουνάζεο
μὴ
δὲ
τοκήων
·
345
αἲ
γάρ
πως
αὐτόν
με
μένος
καὶ
θυμὸς
ἀνήη
ὤμʼ
ἀποταμνόμενον
κρέα
ἔδμεναι
,
οἷα
ἔοργας
,
ὡς
οὐκ
ἔσθʼ
ὃς
σῆς
γε
κύνας
κεφαλῆς
ἀπαλάλκοι
,
οὐδʼ
εἴ
κεν
δεκάκις
τε
καὶ
εἰκοσινήριτʼ
ἄποινα
στήσωσʼ
ἐνθάδʼ
ἄγοντες
,
ὑπόσχωνται
δὲ
καὶ
ἄλλα
,
350
οὐδʼ
εἴ
κέν
σʼ
αὐτὸν
χρυσῷ
ἐρύσασθαι
ἀνώγοι
Δαρδανίδης
Πρίαμος
·
οὐδʼ
ὧς
σέ
γε
πότνια
μήτηρ
ἐνθεμένη
λεχέεσσι
γοήσεται
ὃν
τέκεν
αὐτή
,
ἀλλὰ
κύνες
τε
καὶ
οἰωνοὶ
κατὰ
πάντα
δάσονται
.
τὸν
δὲ
καταθνῄσκων
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
355
ἦ
σʼ
εὖ
γιγνώσκων
προτιόσσομαι
,
οὐδʼ
ἄρʼ
ἔμελλον
πείσειν
·
ἦ
γὰρ
σοί
γε
σιδήρεος
ἐν
φρεσὶ
θυμός
.
φράζεο
νῦν
,
μή
τοί
τι
θεῶν
μήνιμα
γένωμαι
ἤματι
τῷ
ὅτε
κέν
σε
Πάρις
καὶ
Φοῖβος
Ἀπόλλων
ἐσθλὸν
ἐόντʼ
ὀλέσωσιν
ἐνὶ
Σκαιῇσι
πύλῃσιν
.
360
ὣς
ἄρα
μιν
εἰπόντα
τέλος
θανάτοιο
κάλυψε
,
ψυχὴ
δʼ
ἐκ
ῥεθέων
πταμένη
Ἄϊδος
δὲ
βεβήκει
ὃν
πότμον
γοόωσα
λιποῦσʼ
ἀνδροτῆτα
καὶ
ἥβην
.
τὸν
καὶ
τεθνηῶτα
προσηύδα
δῖος
Ἀχιλλεύς
·
τέθναθι
·
κῆρα
δʼ
ἐγὼ
τότε
δέξομαι
ὁππότε
κεν
δὴ
365
Ζεὺς
ἐθέλῃ
τελέσαι
ἠδʼ
ἀθάνατοι
θεοὶ
ἄλλοι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.