ἦ
ῥα
καὶ
ἀμφοτέρῃσιν
ἀπʼ
ἰχῶ
χειρὸς
ὀμόργνυ
·
ἄλθετο
χείρ
,
ὀδύναι
δὲ
κατηπιόωντο
βαρεῖαι
.
αἳ
δʼ
αὖτʼ
εἰσορόωσαι
Ἀθηναίη
τε
καὶ
Ἥρη
κερτομίοις
ἐπέεσσι
Δία
Κρονίδην
ἐρέθιζον
.
τοῖσι
δὲ
μύθων
ἦρχε
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
420
Ζεῦ
πάτερ
ἦ
ῥά
τί
μοι
κεχολώσεαι
ὅττι
κεν
εἴπω
;
ἦ
μάλα
δή
τινα
Κύπρις
Ἀχαιϊάδων
ἀνιεῖσα
Τρωσὶν
ἅμα
σπέσθαι
,
τοὺς
νῦν
ἔκπαγλα
φίλησε
,
τῶν
τινα
καρρέζουσα
Ἀχαιϊάδων
ἐϋπέπλων
πρὸς
χρυσῇ
περόνῃ
καταμύξατο
χεῖρα
ἀραιήν
.
425
ὣς
φάτο
,
μείδησεν
δὲ
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
,
καί
ῥα
καλεσσάμενος
προσέφη
χρυσῆν
Ἀφροδίτην
·
οὔ
τοι
τέκνον
ἐμὸν
δέδοται
πολεμήϊα
ἔργα
,
ἀλλὰ
σύ
γʼ
ἱμερόεντα
μετέρχεο
ἔργα
γάμοιο
,
ταῦτα
δʼ
Ἄρηϊ
θοῷ
καὶ
Ἀθήνῃ
πάντα
μελήσει
.
430
ὣς
οἳ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
Αἰνείᾳ
δʼ
ἐπόρουσε
βοὴν
ἀγαθὸς
Διομήδης
,
γιγνώσκων
ὅ
οἱ
αὐτὸς
ὑπείρεχε
χεῖρας
Ἀπόλλων
·
ἀλλʼ
ὅ
γʼ
ἄρʼ
οὐδὲ
θεὸν
μέγαν
ἅζετο
,
ἵετο
δʼ
αἰεὶ
Αἰνείαν
κτεῖναι
καὶ
ἀπὸ
κλυτὰ
τεύχεα
δῦσαι
.
435
τρὶς
μὲν
ἔπειτʼ
ἐπόρουσε
κατακτάμεναι
μενεαίνων
,
τρὶς
δέ
οἱ
ἐστυφέλιξε
φαεινὴν
ἀσπίδʼ
Ἀπόλλων
·
ἀλλʼ
ὅτε
δὴ
τὸ
τέταρτον
ἐπέσσυτο
δαίμονι
ἶσος
,
δεινὰ
δʼ
ὁμοκλήσας
προσέφη
ἑκάεργος
Ἀπόλλων
·
φράζεο
Τυδεΐδη
καὶ
χάζεο
,
μηδὲ
θεοῖσιν
440
ἶσʼ
ἔθελε
φρονέειν
,
ἐπεὶ
οὔ
ποτε
φῦλον
ὁμοῖον
ἀθανάτων
τε
θεῶν
χαμαὶ
ἐρχομένων
τʼ
ἀνθρώπων
.
ὣς
φάτο
,
Τυδεΐδης
δʼ
ἀνεχάζετο
τυτθὸν
ὀπίσσω
μῆνιν
ἀλευάμενος
ἑκατηβόλου
Ἀπόλλωνος
.
Αἰνείαν
δʼ
ἀπάτερθεν
ὁμίλου
θῆκεν
Ἀπόλλων
445
Περγάμῳ
εἰν
ἱερῇ
,
ὅθι
οἱ
νηός
γε
τέτυκτο
.
ἤτοι
τὸν
Λητώ
τε
καὶ
Ἄρτεμις
ἰοχέαιρα
ἐν
μεγάλῳ
ἀδύτῳ
ἀκέοντό
τε
κύδαινόν
τε
·
αὐτὰρ
ὃ
εἴδωλον
τεῦξʼ
ἀργυρότοξος
Ἀπόλλων
αὐτῷ
τʼ
Αἰνείᾳ
ἴκελον
καὶ
τεύχεσι
τοῖον
,
450
ἀμφὶ
δʼ
ἄρʼ
εἰδώλῳ
Τρῶες
καὶ
δῖοι
Ἀχαιοὶ
δῄουν
ἀλλήλων
ἀμφὶ
στήθεσσι
βοείας
ἀσπίδας
εὐκύκλους
λαισήϊά
τε
πτερόεντα
.
δὴ
τότε
θοῦρον
Ἄρηα
προσηύδα
Φοῖβος
Ἀπόλλων
·
Ἆρες
Ἄρες
βροτολοιγὲ
μιαιφόνε
τειχεσιπλῆτα
,
455
οὐκ
ἂν
δὴ
τόνδʼ
ἄνδρα
μάχης
ἐρύσαιο
μετελθὼν
Τυδεΐδην
,
ὃς
νῦν
γε
καὶ
ἂν
Διὶ
πατρὶ
μάχοιτο
;
Κύπριδα
μὲν
πρῶτα
σχεδὸν
οὔτασε
χεῖρʼ
ἐπὶ
καρπῷ
,
αὐτὰρ
ἔπειτʼ
αὐτῷ
μοι
ἐπέσσυτο
δαίμονι
ἶσος
.
ὣς
εἰπὼν
αὐτὸς
μὲν
ἐφέζετο
Περγάμῳ
ἄκρῃ
,
460
Τρῳὰς
δὲ
στίχας
οὖλος
Ἄρης
ὄτρυνε
μετελθὼν
εἰδόμενος
Ἀκάμαντι
θοῷ
ἡγήτορι
Θρῃκῶν
·
υἱάσι
δὲ
Πριάμοιο
διοτρεφέεσσι
κέλευεν
·
ὦ
υἱεῖς
Πριάμοιο
διοτρεφέος
βασιλῆος
ἐς
τί
ἔτι
κτείνεσθαι
ἐάσετε
λαὸν
Ἀχαιοῖς
;
465
ἦ
εἰς
ὅ
κεν
ἀμφὶ
πύλῃς
εὖ
ποιητῇσι
μάχωνται
;
κεῖται
ἀνὴρ
ὃν
ἶσον
ἐτίομεν
Ἕκτορι
δίῳ
Αἰνείας
υἱὸς
μεγαλήτορος
Ἀγχίσαο
·
ἀλλʼ
ἄγετʼ
ἐκ
φλοίσβοιο
σαώσομεν
ἐσθλὸν
ἑταῖρον
.
ὣς
εἰπὼν
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
.
470
ἔνθʼ
αὖ
Σαρπηδὼν
μάλα
νείκεσεν
Ἕκτορα
δῖον
·
Ἕκτορ
πῇ
δή
τοι
μένος
οἴχεται
ὃ
πρὶν
ἔχεσκες
;
φῆς
που
ἄτερ
λαῶν
πόλιν
ἑξέμεν
ἠδʼ
ἐπικούρων
οἶος
σὺν
γαμβροῖσι
κασιγνήτοισί
τε
σοῖσι
.
τῶν
νῦν
οὔ
τινʼ
ἐγὼ
ἰδέειν
δύναμʼ
οὐδὲ
νοῆσαι
,
475
ἀλλὰ
καταπτώσσουσι
κύνες
ὣς
ἀμφὶ
λέοντα
·
ἡμεῖς
δὲ
μαχόμεσθʼ
οἵ
πέρ
τʼ
ἐπίκουροι
ἔνειμεν
.
καὶ
γὰρ
ἐγὼν
ἐπίκουρος
ἐὼν
μάλα
τηλόθεν
ἥκω
·
τηλοῦ
γὰρ
Λυκίη
Ξάνθῳ
ἔπι
δινήεντι
,
ἔνθʼ
ἄλοχόν
τε
φίλην
ἔλιπον
καὶ
νήπιον
υἱόν
,
480
κὰδ
δὲ
κτήματα
πολλά
,
τὰ
ἔλδεται
ὅς
κʼ
ἐπιδευής
.
ἀλλὰ
καὶ
ὧς
Λυκίους
ὀτρύνω
καὶ
μέμονʼ
αὐτὸς
ἀνδρὶ
μαχήσασθαι
·
ἀτὰρ
οὔ
τί
μοι
ἐνθάδε
τοῖον
οἷόν
κʼ
ἠὲ
φέροιεν
Ἀχαιοὶ
ἤ
κεν
ἄγοιεν
·
τύνη
δʼ
ἕστηκας
,
ἀτὰρ
οὐδʼ
ἄλλοισι
κελεύεις
485
λαοῖσιν
μενέμεν
καὶ
ἀμυνέμεναι
ὤρεσσι
.
μή
πως
ὡς
ἀψῖσι
λίνου
ἁλόντε
πανάγρου
ἀνδράσι
δυσμενέεσσιν
ἕλωρ
καὶ
κύρμα
γένησθε
·
οἳ
δὲ
τάχʼ
ἐκπέρσουσʼ
εὖ
ναιομένην
πόλιν
ὑμήν
.
σοὶ
δὲ
χρὴ
τάδε
πάντα
μέλειν
νύκτάς
τε
καὶ
ἦμαρ
490
ἀρχοὺς
λισσομένῳ
τηλεκλειτῶν
ἐπικούρων
νωλεμέως
ἐχέμεν
,
κρατερὴν
δʼ
ἀποθέσθαι
ἐνιπήν
.
ὣς
φάτο
Σαρπηδών
,
δάκε
δὲ
φρένας
Ἕκτορι
μῦθος
·
αὐτίκα
δʼ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
,
πάλλων
δʼ
ὀξέα
δοῦρα
κατὰ
στρατὸν
ᾤχετο
πάντῃ
495
ὀτρύνων
μαχέσασθαι
,
ἔγειρε
δὲ
φύλοπιν
αἰνήν
.
οἳ
δʼ
ἐλελίχθησαν
καὶ
ἐναντίοι
ἔσταν
Ἀχαιῶν
·
Ἀργεῖοι
δʼ
ὑπέμειναν
ἀολλέες
οὐδὲ
φόβηθεν
.
ὡς
δʼ
ἄνεμος
ἄχνας
φορέει
ἱερὰς
κατʼ
ἀλωὰς
ἀνδρῶν
λικμώντων
,
ὅτε
τε
ξανθὴ
Δημήτηρ
500
κρίνῃ
ἐπειγομένων
ἀνέμων
καρπόν
τε
καὶ
ἄχνας
,
αἳ
δʼ
ὑπολευκαίνονται
ἀχυρμιαί
·
ὣς
τότʼ
Ἀχαιοὶ
λευκοὶ
ὕπερθε
γένοντο
κονισάλῳ
,
ὅν
ῥα
διʼ
αὐτῶν
οὐρανὸν
ἐς
πολύχαλκον
ἐπέπληγον
πόδες
ἵππων
ἂψ
ἐπιμισγομένων
·
ὑπὸ
δʼ
ἔστρεφον
ἡνιοχῆες
.
505
οἳ
δὲ
μένος
χειρῶν
ἰθὺς
φέρον
·
ἀμφὶ
δὲ
νύκτα
θοῦρος
Ἄρης
ἐκάλυψε
μάχῃ
Τρώεσσιν
ἀρήγων
πάντοσʼ
ἐποιχόμενος
·
τοῦ
δʼ
ἐκραίαινεν
ἐφετμὰς
Φοίβου
Ἀπόλλωνος
χρυσαόρου
,
ὅς
μιν
ἀνώγει
Τρωσὶν
θυμὸν
ἐγεῖραι
,
ἐπεὶ
ἴδε
Παλλάδʼ
Ἀθήνην
510
οἰχομένην
·
ἣ
γάρ
ῥα
πέλεν
Δαναοῖσιν
ἀρηγών
.
αὐτὸς
δʼ
Αἰνείαν
μάλα
πίονος
ἐξ
ἀδύτοιο
ἧκε
,
καὶ
ἐν
στήθεσσι
μένος
βάλε
ποιμένι
λαῶν
.
Αἰνείας
δʼ
ἑτάροισι
μεθίστατο
·
τοὶ
δὲ
χάρησαν
,
ὡς
εἶδον
ζωόν
τε
καὶ
ἀρτεμέα
προσιόντα
515
καὶ
μένος
ἐσθλὸν
ἔχοντα
·
μετάλλησάν
γε
μὲν
οὔ
τι
.
οὐ
γὰρ
ἔα
πόνος
ἄλλος
,
ὃν
ἀργυρότοξος
ἔγειρεν
Ἄρης
τε
βροτολοιγὸς
Ἔρις
τʼ
ἄμοτον
μεμαυῖα
.
τοὺς
δʼ
Αἴαντε
δύω
καὶ
Ὀδυσσεὺς
καὶ
Διομήδης
ὄτρυνον
Δαναοὺς
πολεμιζέμεν
·
οἳ
δὲ
καὶ
αὐτοὶ
520
οὔτε
βίας
Τρώων
ὑπεδείδισαν
οὔτε
ἰωκάς
,
ἀλλʼ
ἔμενον
νεφέλῃσιν
ἐοικότες
ἅς
τε
Κρονίων
νηνεμίης
ἔστησεν
ἐπʼ
ἀκροπόλοισιν
ὄρεσσιν
ἀτρέμας
,
ὄφρʼ
εὕδῃσι
μένος
Βορέαο
καὶ
ἄλλων
ζαχρειῶν
ἀνέμων
,
οἵ
τε
νέφεα
σκιόεντα
525
πνοιῇσιν
λιγυρῇσι
διασκιδνᾶσιν
ἀέντες
·
ὣς
Δαναοὶ
Τρῶας
μένον
ἔμπεδον
οὐδὲ
φέβοντο
.
Ἀτρεΐδης
δʼ
ἀνʼ
ὅμιλον
ἐφοίτα
πολλὰ
κελεύων
·
ὦ
φίλοι
ἀνέρες
ἔστε
καὶ
ἄλκιμον
ἦτορ
ἕλεσθε
,
ἀλλήλους
τʼ
αἰδεῖσθε
κατὰ
κρατερὰς
ὑσμίνας
·
530
αἰδομένων
ἀνδρῶν
πλέονες
σόοι
ἠὲ
πέφανται
·
φευγόντων
δʼ
οὔτʼ
ἂρ
κλέος
ὄρνυται
οὔτε
τις
ἀλκή
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.