ὡς
δʼ
ἀναμαιμάει
βαθέʼ
ἄγκεα
θεσπιδαὲς
πῦρ
490
οὔρεος
ἀζαλέοιο
,
βαθεῖα
δὲ
καίεται
ὕλη
,
πάντῃ
τε
κλονέων
ἄνεμος
φλόγα
εἰλυφάζει
,
ὣς
ὅ
γε
πάντῃ
θῦνε
σὺν
ἔγχεϊ
δαίμονι
ἶσος
κτεινομένους
ἐφέπων
·
ῥέε
δʼ
αἵματι
γαῖα
μέλαινα
.
ὡς
δʼ
ὅτε
τις
ζεύξῃ
βόας
ἄρσενας
εὐρυμετώπους
495
τριβέμεναι
κρῖ
λευκὸν
ἐϋκτιμένῃ
ἐν
ἀλωῇ
,
ῥίμφά
τε
λέπτʼ
ἐγένοντο
βοῶν
ὑπὸ
πόσσʼ
ἐριμύκων
,
ὣς
ὑπʼ
Ἀχιλλῆος
μεγαθύμου
μώνυχες
ἵπποι
στεῖβον
ὁμοῦ
νέκυάς
τε
καὶ
ἀσπίδας
·
αἵματι
δʼ
ἄξων
νέρθεν
ἅπας
πεπάλακτο
καὶ
ἄντυγες
αἳ
περὶ
δίφρον
,
500
ἃς
ἄρʼ
ἀφʼ
ἱππείων
ὁπλέων
ῥαθάμιγγες
ἔβαλλον
αἵ
τʼ
ἀπʼ
ἐπισσώτρων
·
ὃ
δὲ
ἵετο
κῦδος
ἀρέσθαι
Πηλεΐδης
,
λύθρῳ
δὲ
παλάσσετο
χεῖρας
ἀάπτους
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.