τὴν
μὲν
ἄρʼ
Οὔλυμπον
δὲ
πόδες
φέρον
·
αὐτὰρ
Ἀχαιοὶ
θεσπεσίῳ
ἀλαλητῷ
ὑφʼ
Ἕκτορος
ἀνδροφόνοιο
φεύγοντες
νῆάς
τε
καὶ
Ἑλλήσποντον
ἵκοντο
.
150
οὐδέ
κε
Πάτροκλόν
περ
ἐϋκνήμιδες
Ἀχαιοὶ
ἐκ
βελέων
ἐρύσαντο
νέκυν
θεράποντʼ
Ἀχιλῆος
·
αὖτις
γὰρ
δὴ
τόν
γε
κίχον
λαός
τε
καὶ
ἵπποι
Ἕκτωρ
τε
Πριάμοιο
πάϊς
φλογὶ
εἴκελος
ἀλκήν
.
τρὶς
μέν
μιν
μετόπισθε
ποδῶν
λάβε
φαίδιμος
Ἕκτωρ
155
ἑλκέμεναι
μεμαώς
,
μέγα
δὲ
Τρώεσσιν
ὁμόκλα
·
τρὶς
δὲ
δύʼ
Αἴαντες
θοῦριν
ἐπιειμένοι
ἀλκὴν
νεκροῦ
ἀπεστυφέλιξαν
·
ὃ
δʼ
ἔμπεδον
ἀλκὶ
πεποιθὼς
ἄλλοτʼ
ἐπαΐξασκε
κατὰ
μόθον
,
ἄλλοτε
δʼ
αὖτε
στάσκε
μέγα
ἰάχων
·
ὀπίσω
δʼ
οὐ
χάζετο
πάμπαν
.
160
ὡς
δʼ
ἀπὸ
σώματος
οὔ
τι
λέοντʼ
αἴθωνα
δύνανται
ποιμένες
ἄγραυλοι
μέγα
πεινάοντα
δίεσθαι
,
ὥς
ῥα
τὸν
οὐκ
ἐδύναντο
δύω
Αἴαντε
κορυστὰ
Ἕκτορα
Πριαμίδην
ἀπὸ
νεκροῦ
δειδίξασθαι
.
καί
νύ
κεν
εἴρυσσέν
τε
καὶ
ἄσπετον
ἤρατο
κῦδος
,
165
εἰ
μὴ
Πηλεΐωνι
ποδήνεμος
ὠκέα
Ἶρις
ἄγγελος
ἦλθε
θέουσʼ
ἀπʼ
Ὀλύμπου
θωρήσσεσθαι
κρύβδα
Διὸς
ἄλλων
τε
θεῶν
·
πρὸ
γὰρ
ἧκέ
μιν
Ἥρη
.
ἀγχοῦ
δʼ
ἱσταμένη
ἔπεα
πτερόεντα
προσηύδα
·
ὄρσεο
Πηλεΐδη
,
πάντων
ἐκπαγλότατʼ
ἀνδρῶν
·
170
Πατρόκλῳ
ἐπάμυνον
,
οὗ
εἵνεκα
φύλοπις
αἰνὴ
ἕστηκε
πρὸ
νεῶν
·
οἳ
δʼ
ἀλλήλους
ὀλέκουσιν
οἳ
μὲν
ἀμυνόμενοι
νέκυος
πέρι
τεθνηῶτος
,
οἳ
δὲ
ἐρύσσασθαι
ποτὶ
Ἴλιον
ἠνεμόεσσαν
Τρῶες
ἐπιθύουσι
·
μάλιστα
δὲ
φαίδιμος
Ἕκτωρ
175
ἑλκέμεναι
μέμονεν
·
κεφαλὴν
δέ
ἑ
θυμὸς
ἄνωγε
πῆξαι
ἀνὰ
σκολόπεσσι
ταμόνθʼ
ἁπαλῆς
ἀπὸ
δειρῆς
.
ἀλλʼ
ἄνα
μηδʼ
ἔτι
κεῖσο
·
σέβας
δέ
σε
θυμὸν
ἱκέσθω
Πάτροκλον
Τρῳῇσι
κυσὶν
μέλπηθρα
γενέσθαι
·
σοὶ
λώβη
,
αἴ
κέν
τι
νέκυς
ᾐσχυμμένος
ἔλθῃ
.
180
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
Ἶρι
θεὰ
τίς
γάρ
σε
θεῶν
ἐμοὶ
ἄγγελον
ἧκε
;
τὸν
δʼ
αὖτε
προσέειπε
ποδήνεμος
ὠκέα
Ἶρις
·
Ἥρη
με
προέηκε
Διὸς
κυδρὴ
παράκοιτις
·
οὐδʼ
οἶδε
Κρονίδης
ὑψίζυγος
οὐδέ
τις
ἄλλος
185
ἀθανάτων
,
οἳ
Ὄλυμπον
ἀγάννιφον
ἀμφινέμονται
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
πῶς
τὰρ
ἴω
μετὰ
μῶλον
;
ἔχουσι
δὲ
τεύχεʼ
ἐκεῖνοι
·
μήτηρ
δʼ
οὔ
με
φίλη
πρίν
γʼ
εἴα
θωρήσσεσθαι
πρίν
γʼ
αὐτὴν
ἐλθοῦσαν
ἐν
ὀφθαλμοῖσιν
ἴδωμαι
·
190
στεῦτο
γὰρ
Ἡφαίστοιο
πάρʼ
οἰσέμεν
ἔντεα
καλά
.
ἄλλου
δʼ
οὔ
τευ
οἶδα
τεῦ
ἂν
κλυτὰ
τεύχεα
δύω
,
εἰ
μὴ
Αἴαντός
γε
σάκος
Τελαμωνιάδαο
.
ἀλλὰ
καὶ
αὐτὸς
ὅ
γʼ
ἔλπομʼ
ἐνὶ
πρώτοισιν
ὁμιλεῖ
ἔγχεϊ
δηϊόων
περὶ
Πατρόκλοιο
θανόντος
.
195
τὸν
δʼ
αὖτε
προσέειπε
ποδήνεμος
ὠκέα
Ἶρις
·
εὖ
νυ
καὶ
ἡμεῖς
ἴδμεν
ὅ
τοι
κλυτὰ
τεύχεʼ
ἔχονται
·
ἀλλʼ
αὔτως
ἐπὶ
τάφρον
ἰὼν
Τρώεσσι
φάνηθι
,
αἴ
κέ
σʼ
ὑποδείσαντες
ἀπόσχωνται
πολέμοιο
Τρῶες
,
ἀναπνεύσωσι
δʼ
ἀρήϊοι
υἷες
Ἀχαιῶν
200
τειρόμενοι
·
ὀλίγη
δέ
τʼ
ἀνάπνευσις
πολέμοιο
.
ἣ
μὲν
ἄρʼ
ὣς
εἰποῦσʼ
ἀπέβη
πόδας
ὠκέα
Ἶρις
,
αὐτὰρ
Ἀχιλλεὺς
ὦρτο
Διῒ
φίλος
·
ἀμφὶ
δʼ
Ἀθήνη
ὤμοις
ἰφθίμοισι
βάλʼ
αἰγίδα
θυσσανόεσσαν
,
ἀμφὶ
δέ
οἱ
κεφαλῇ
νέφος
ἔστεφε
δῖα
θεάων
205
χρύσεον
,
ἐκ
δʼ
αὐτοῦ
δαῖε
φλόγα
παμφανόωσαν
.
ὡς
δʼ
ὅτε
καπνὸς
ἰὼν
ἐξ
ἄστεος
αἰθέρʼ
ἵκηται
τηλόθεν
ἐκ
νήσου
,
τὴν
δήϊοι
ἀμφιμάχωνται
,
οἵ
τε
πανημέριοι
στυγερῷ
κρίνονται
Ἄρηϊ
ἄστεος
ἐκ
σφετέρου
·
ἅμα
δʼ
ἠελίῳ
καταδύντι
210
πυρσοί
τε
φλεγέθουσιν
ἐπήτριμοι
,
ὑψόσε
δʼ
αὐγὴ
γίγνεται
ἀΐσσουσα
περικτιόνεσσιν
ἰδέσθαι
,
αἴ
κέν
πως
σὺν
νηυσὶν
ἄρεω
ἀλκτῆρες
ἵκωνται
·
ὣς
ἀπʼ
Ἀχιλλῆος
κεφαλῆς
σέλας
αἰθέρʼ
ἵκανε
·
στῆ
δʼ
ἐπὶ
τάφρον
ἰὼν
ἀπὸ
τείχεος
,
οὐδʼ
ἐς
Ἀχαιοὺς
215
μίσγετο
·
μητρὸς
γὰρ
πυκινὴν
ὠπίζετʼ
ἐφετμήν
.
ἔνθα
στὰς
ἤϋσʼ
,
ἀπάτερθε
δὲ
Παλλὰς
Ἀθήνη
φθέγξατʼ
·
ἀτὰρ
Τρώεσσιν
ἐν
ἄσπετον
ὦρσε
κυδοιμόν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.