τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
φεῦγε
μάλʼ
εἴ
τοι
θυμὸς
ἐπέσσυται
,
οὐδέ
σʼ
ἔγωγε
λίσσομαι
εἵνεκʼ
ἐμεῖο
μένειν
·
πάρʼ
ἔμοιγε
καὶ
ἄλλοι
οἵ
κέ
με
τιμήσουσι
,
μάλιστα
δὲ
μητίετα
Ζεύς
.
175
ἔχθιστος
δέ
μοί
ἐσσι
διοτρεφέων
βασιλήων
·
αἰεὶ
γάρ
τοι
ἔρις
τε
φίλη
πόλεμοί
τε
μάχαι
τε
·
εἰ
μάλα
καρτερός
ἐσσι
,
θεός
που
σοὶ
τό
γʼ
ἔδωκεν
·
οἴκαδʼ
ἰὼν
σὺν
νηυσί
τε
σῇς
καὶ
σοῖς
ἑτάροισι
Μυρμιδόνεσσιν
ἄνασσε
,
σέθεν
δʼ
ἐγὼ
οὐκ
ἀλεγίζω
,
180
οὐδʼ
ὄθομαι
κοτέοντος
·
ἀπειλήσω
δέ
τοι
ὧδε
·
ὡς
ἔμʼ
ἀφαιρεῖται
Χρυσηΐδα
Φοῖβος
Ἀπόλλων
,
τὴν
μὲν
ἐγὼ
σὺν
νηΐ
τʼ
ἐμῇ
καὶ
ἐμοῖς
ἑτάροισι
πέμψω
,
ἐγὼ
δέ
κʼ
ἄγω
Βρισηΐδα
καλλιπάρῃον
αὐτὸς
ἰὼν
κλισίην
δὲ
τὸ
σὸν
γέρας
ὄφρʼ
ἐῢ
εἰδῇς
185
ὅσσον
φέρτερός
εἰμι
σέθεν
,
στυγέῃ
δὲ
καὶ
ἄλλος
ἶσον
ἐμοὶ
φάσθαι
καὶ
ὁμοιωθήμεναι
ἄντην
.
ὣς
φάτο
·
Πηλεΐωνι
δʼ
ἄχος
γένετʼ
,
ἐν
δέ
οἱ
ἦτορ
στήθεσσιν
λασίοισι
διάνδιχα
μερμήριξεν
,
ἢ
ὅ
γε
φάσγανον
ὀξὺ
ἐρυσσάμενος
παρὰ
μηροῦ
190
τοὺς
μὲν
ἀναστήσειεν
,
ὃ
δʼ
Ἀτρεΐδην
ἐναρίζοι
,
ἦε
χόλον
παύσειεν
ἐρητύσειέ
τε
θυμόν
.
ἧος
ὃ
ταῦθʼ
ὥρμαινε
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
,
ἕλκετο
δʼ
ἐκ
κολεοῖο
μέγα
ξίφος
,
ἦλθε
δʼ
Ἀθήνη
οὐρανόθεν
·
πρὸ
γὰρ
ἧκε
θεὰ
λευκώλενος
Ἥρη
195
ἄμφω
ὁμῶς
θυμῷ
φιλέουσά
τε
κηδομένη
τε
·
στῆ
δʼ
ὄπιθεν
,
ξανθῆς
δὲ
κόμης
ἕλε
Πηλεΐωνα
οἴῳ
φαινομένη
·
τῶν
δʼ
ἄλλων
οὔ
τις
ὁρᾶτο
·
θάμβησεν
δʼ
Ἀχιλεύς
,
μετὰ
δʼ
ἐτράπετʼ
,
αὐτίκα
δʼ
ἔγνω
Παλλάδʼ
Ἀθηναίην
·
δεινὼ
δέ
οἱ
ὄσσε
φάανθεν
·
200
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
τίπτʼ
αὖτʼ
αἰγιόχοιο
Διὸς
τέκος
εἰλήλουθας
;
ἦ
ἵνα
ὕβριν
ἴδῃ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
;
ἀλλʼ
ἔκ
τοι
ἐρέω
,
τὸ
δὲ
καὶ
τελέεσθαι
ὀΐω
·
ᾗς
ὑπεροπλίῃσι
τάχʼ
ἄν
ποτε
θυμὸν
ὀλέσσῃ
.
205
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.