Τρῶες
δʼ
αὖθʼ
ἑτέρωθεν
ἀπὸ
κρατερῆς
ὑσμίνης
χωρήσαντες
ἔλυσαν
ὑφʼ
ἅρμασιν
ὠκέας
ἵππους
,
ἐς
δʼ
ἀγορὴν
ἀγέροντο
πάρος
δόρποιο
μέδεσθαι
.
245
ὀρθῶν
δʼ
ἑσταότων
ἀγορὴ
γένετʼ
,
οὐδέ
τις
ἔτλη
ἕζεσθαι
·
πάντας
γὰρ
ἔχε
τρόμος
,
οὕνεκʼ
Ἀχιλλεὺς
ἐξεφάνη
,
δηρὸν
δὲ
μάχης
ἐπέπαυτʼ
ἀλεγεινῆς
.
τοῖσι
δὲ
Πουλυδάμας
πεπνυμένος
ἦρχʼ
ἀγορεύειν
Πανθοΐδης
·
ὃ
γὰρ
οἶος
ὅρα
πρόσσω
καὶ
ὀπίσσω
·
250
Ἕκτορι
δʼ
ἦεν
ἑταῖρος
,
ἰῇ
δʼ
ἐν
νυκτὶ
γένοντο
,
ἀλλʼ
ὃ
μὲν
ἂρ
μύθοισιν
,
ὃ
δʼ
ἔγχεϊ
πολλὸν
ἐνίκα
·
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
ἀμφὶ
μάλα
φράζεσθε
φίλοι
·
κέλομαι
γὰρ
ἔγωγε
ἄστυδε
νῦν
ἰέναι
,
μὴ
μίμνειν
ἠῶ
δῖαν
255
ἐν
πεδίῳ
παρὰ
νηυσίν
·
ἑκὰς
δʼ
ἀπὸ
τείχεός
εἰμεν
.
ὄφρα
μὲν
οὗτος
ἀνὴρ
Ἀγαμέμνονι
μήνιε
δίῳ
τόφρα
δὲ
ῥηΐτεροι
πολεμίζειν
ἦσαν
Ἀχαιοί
·
χαίρεσκον
γὰρ
ἔγωγε
θοῇς
ἐπὶ
νηυσὶν
ἰαύων
ἐλπόμενος
νῆας
αἱρησέμεν
ἀμφιελίσσας
.
260
νῦν
δʼ
αἰνῶς
δείδοικα
ποδώκεα
Πηλεΐωνα
·
οἷος
κείνου
θυμὸς
ὑπέρβιος
,
οὐκ
ἐθελήσει
μίμνειν
ἐν
πεδίῳ
,
ὅθι
περ
Τρῶες
καὶ
Ἀχαιοὶ
ἐν
μέσῳ
ἀμφότεροι
μένος
Ἄρηος
δατέονται
,
ἀλλὰ
περὶ
πτόλιός
τε
μαχήσεται
ἠδὲ
γυναικῶν
.
265
ἀλλʼ
ἴομεν
προτὶ
ἄστυ
,
πίθεσθέ
μοι
·
ὧδε
γὰρ
ἔσται
·
νῦν
μὲν
νὺξ
ἀπέπαυσε
ποδώκεα
Πηλεΐωνα
ἀμβροσίη
·
εἰ
δʼ
ἄμμε
κιχήσεται
ἐνθάδʼ
ἐόντας
αὔριον
ὁρμηθεὶς
σὺν
τεύχεσιν
,
εὖ
νύ
τις
αὐτὸν
γνώσεται
·
ἀσπασίως
γὰρ
ἀφίξεται
Ἴλιον
ἱρὴν
270
ὅς
κε
φύγῃ
,
πολλοὺς
δὲ
κύνες
καὶ
γῦπες
ἔδονται
Τρώων
·
αἲ
γὰρ
δή
μοι
ἀπʼ
οὔατος
ὧδε
γένοιτο
.
εἰ
δʼ
ἂν
ἐμοῖς
ἐπέεσσι
πιθώμεθα
κηδόμενοί
περ
,
νύκτα
μὲν
εἰν
ἀγορῇ
σθένος
ἕξομεν
,
ἄστυ
δὲ
πύργοι
ὑψηλαί
τε
πύλαι
σανίδες
τʼ
ἐπὶ
τῇς
ἀραρυῖαι
275
μακραὶ
ἐΰξεστοι
ἐζευγμέναι
εἰρύσσονται
·
πρῶϊ
δʼ
ὑπηοῖοι
σὺν
τεύχεσι
θωρηχθέντες
στησόμεθʼ
ἂμ
πύργους
·
τῷ
δʼ
ἄλγιον
,
αἴ
κʼ
ἐθέλῃσιν
ἐλθὼν
ἐκ
νηῶν
περὶ
τείχεος
ἄμμι
μάχεσθαι
.
ἂψ
πάλιν
εἶσʼ
ἐπὶ
νῆας
,
ἐπεί
κʼ
ἐριαύχενας
ἵππους
280
παντοίου
δρόμου
ἄσῃ
ὑπὸ
πτόλιν
ἠλασκάζων
·
εἴσω
δʼ
οὔ
μιν
θυμὸς
ἐφορμηθῆναι
ἐάσει
,
οὐδέ
ποτʼ
ἐκπέρσει
·
πρίν
μιν
κύνες
ἀργοὶ
ἔδονται
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.