ἦ
ῥα
,
καὶ
ἐς
κλισίην
πάλιν
ἤϊε
δῖος
Ἀχιλλεύς
,
ἕζετο
δʼ
ἐν
κλισμῷ
πολυδαιδάλῳ
ἔνθεν
ἀνέστη
τοίχου
τοῦ
ἑτέρου
,
ποτὶ
δὲ
Πρίαμον
φάτο
μῦθον
·
υἱὸς
μὲν
δή
τοι
λέλυται
γέρον
ὡς
ἐκέλευες
,
κεῖται
δʼ
ἐν
λεχέεσσʼ
·
ἅμα
δʼ
ἠοῖ
φαινομένηφιν
600
ὄψεαι
αὐτὸς
ἄγων
·
νῦν
δὲ
μνησώμεθα
δόρπου
.
καὶ
γάρ
τʼ
ἠΰκομος
Νιόβη
ἐμνήσατο
σίτου
,
τῇ
περ
δώδεκα
παῖδες
ἐνὶ
μεγάροισιν
ὄλοντο
ἓξ
μὲν
θυγατέρες
,
ἓξ
δʼ
υἱέες
ἡβώοντες
.
τοὺς
μὲν
Ἀπόλλων
πέφνεν
ἀπʼ
ἀργυρέοιο
βιοῖο
605
χωόμενος
Νιόβῃ
,
τὰς
δʼ
Ἄρτεμις
ἰοχέαιρα
,
οὕνεκʼ
ἄρα
Λητοῖ
ἰσάσκετο
καλλιπαρῄῳ
·
φῆ
δοιὼ
τεκέειν
,
ἣ
δʼ
αὐτὴ
γείνατο
πολλούς
·
τὼ
δʼ
ἄρα
καὶ
δοιώ
περ
ἐόντʼ
ἀπὸ
πάντας
ὄλεσσαν
.
οἳ
μὲν
ἄρʼ
ἐννῆμαρ
κέατʼ
ἐν
φόνῳ
,
οὐδέ
τις
ἦεν
610
κατθάψαι
,
λαοὺς
δὲ
λίθους
ποίησε
Κρονίων
·
τοὺς
δʼ
ἄρα
τῇ
δεκάτῃ
θάψαν
θεοὶ
Οὐρανίωνες
.
ἣ
δʼ
ἄρα
σίτου
μνήσατʼ
,
ἐπεὶ
κάμε
δάκρυ
χέουσα
.
νῦν
δέ
που
ἐν
πέτρῃσιν
ἐν
οὔρεσιν
οἰοπόλοισιν
ἐν
Σιπύλῳ
,
ὅθι
φασὶ
θεάων
ἔμμεναι
εὐνὰς
615
νυμφάων
,
αἵ
τʼ
ἀμφʼ
Ἀχελώϊον
ἐρρώσαντο
,
ἔνθα
λίθος
περ
ἐοῦσα
θεῶν
ἐκ
κήδεα
πέσσει
.
ἀλλʼ
ἄγε
δὴ
καὶ
νῶϊ
μεδώμεθα
δῖε
γεραιὲ
σίτου
·
ἔπειτά
κεν
αὖτε
φίλον
παῖδα
κλαίοισθα
Ἴλιον
εἰσαγαγών
·
πολυδάκρυτος
δέ
τοι
ἔσται
.
620
ἦ
καὶ
ἀναΐξας
ὄϊν
ἄργυφον
ὠκὺς
Ἀχιλλεὺς
σφάξʼ
·
ἕταροι
δʼ
ἔδερόν
τε
καὶ
ἄμφεπον
εὖ
κατὰ
κόσμον
,
μίστυλλόν
τʼ
ἄρʼ
ἐπισταμένως
πεῖράν
τʼ
ὀβελοῖσιν
,
ὄπτησάν
τε
περιφραδέως
,
ἐρύσαντό
τε
πάντα
.
Αὐτομέδων
δʼ
ἄρα
σῖτον
ἑλὼν
ἐπένειμε
τραπέζῃ
625
καλοῖς
ἐν
κανέοισιν
·
ἀτὰρ
κρέα
νεῖμεν
Ἀχιλλεύς
.
οἳ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
ἤτοι
Δαρδανίδης
Πρίαμος
θαύμαζʼ
Ἀχιλῆα
ὅσσος
ἔην
οἷός
τε
·
θεοῖσι
γὰρ
ἄντα
ἐῴκει
·
630
αὐτὰρ
ὃ
Δαρδανίδην
Πρίαμον
θαύμαζεν
Ἀχιλλεὺς
εἰσορόων
ὄψίν
τʼ
ἀγαθὴν
καὶ
μῦθον
ἀκούων
.
αὐτὰρ
ἐπεὶ
τάρπησαν
ἐς
ἀλλήλους
ὁρόωντες
,
τὸν
πρότερος
προσέειπε
γέρων
Πρίαμος
θεοειδής
·
λέξον
νῦν
με
τάχιστα
διοτρεφές
,
ὄφρα
καὶ
ἤδη
635
ὕπνῳ
ὕπο
γλυκερῷ
ταρπώμεθα
κοιμηθέντες
·
οὐ
γάρ
πω
μύσαν
ὄσσε
ὑπὸ
βλεφάροισιν
ἐμοῖσιν
ἐξ
οὗ
σῇς
ὑπὸ
χερσὶν
ἐμὸς
πάϊς
ὤλεσε
θυμόν
,
ἀλλʼ
αἰεὶ
στενάχω
καὶ
κήδεα
μυρία
πέσσω
αὐλῆς
ἐν
χόρτοισι
κυλινδόμενος
κατὰ
κόπρον
.
640
νῦν
δὴ
καὶ
σίτου
πασάμην
καὶ
αἴθοπα
οἶνον
λαυκανίης
καθέηκα
·
πάρος
γε
μὲν
οὔ
τι
πεπάσμην
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.