Τληπόλεμος
δʼ
Ἡρακλεΐδης
ἠΰς
τε
μέγας
τε
ἐκ
Ῥόδου
ἐννέα
νῆας
ἄγεν
Ῥοδίων
ἀγερώχων
,
οἳ
Ῥόδον
ἀμφενέμοντο
διὰ
τρίχα
κοσμηθέντες
655
Λίνδον
Ἰηλυσόν
τε
καὶ
ἀργινόεντα
Κάμειρον
.
τῶν
μὲν
Τληπόλεμος
δουρὶ
κλυτὸς
ἡγεμόνευεν
,
ὃν
τέκεν
Ἀστυόχεια
βίῃ
Ἡρακληείῃ
,
τὴν
ἄγετʼ
ἐξ
Ἐφύρης
ποταμοῦ
ἄπο
Σελλήεντος
πέρσας
ἄστεα
πολλὰ
διοτρεφέων
αἰζηῶν
.
660
Τληπόλεμος
δʼ
ἐπεὶ
οὖν
τράφʼ
ἐνὶ
μεγάρῳ
εὐπήκτῳ
,
αὐτίκα
πατρὸς
ἑοῖο
φίλον
μήτρωα
κατέκτα
ἤδη
γηράσκοντα
Λικύμνιον
ὄζον
Ἄρηος
·
αἶψα
δὲ
νῆας
ἔπηξε
,
πολὺν
δʼ
ὅ
γε
λαὸν
ἀγείρας
βῆ
φεύγων
ἐπὶ
πόντον
·
ἀπείλησαν
γάρ
οἱ
ἄλλοι
665
υἱέες
υἱωνοί
τε
βίης
Ἡρακληείης
.
αὐτὰρ
ὅ
γʼ
ἐς
Ῥόδον
ἷξεν
ἀλώμενος
ἄλγεα
πάσχων
·
τριχθὰ
δὲ
ᾤκηθεν
καταφυλαδόν
,
ἠδὲ
φίληθεν
ἐκ
Διός
,
ὅς
τε
θεοῖσι
καὶ
ἀνθρώποισιν
ἀνάσσει
,
καί
σφιν
θεσπέσιον
πλοῦτον
κατέχευε
Κρονίων
.
670
Νιρεὺς
αὖ
Σύμηθεν
ἄγε
τρεῖς
νῆας
ἐΐσας
Νιρεὺς
Ἀγλαΐης
υἱὸς
Χαρόποιό
τʼ
ἄνακτος
Νιρεύς
,
ὃς
κάλλιστος
ἀνὴρ
ὑπὸ
Ἴλιον
ἦλθε
τῶν
ἄλλων
Δαναῶν
μετʼ
ἀμύμονα
Πηλεΐωνα
·
ἀλλʼ
ἀλαπαδνὸς
ἔην
,
παῦρος
δέ
οἱ
εἵπετο
λαός
.
675
οἳ
δʼ
ἄρα
Νίσυρόν
τʼ
εἶχον
Κράπαθόν
τε
Κάσον
τε
καὶ
Κῶν
Εὐρυπύλοιο
πόλιν
νήσους
τε
Καλύδνας
,
τῶν
αὖ
Φείδιππός
τε
καὶ
Ἄντιφος
ἡγησάσθην
Θεσσαλοῦ
υἷε
δύω
Ἡρακλεΐδαο
ἄνακτος
·
τοῖς
δὲ
τριήκοντα
γλαφυραὶ
νέες
ἐστιχόωντο
.
680
νῦν
αὖ
τοὺς
ὅσσοι
τὸ
Πελασγικὸν
Ἄργος
ἔναιον
,
οἵ
τʼ
Ἄλον
οἵ
τʼ
Ἀλόπην
οἵ
τε
Τρηχῖνα
νέμοντο
,
οἵ
τʼ
εἶχον
Φθίην
ἠδʼ
Ἑλλάδα
καλλιγύναικα
,
Μυρμιδόνες
δὲ
καλεῦντο
καὶ
Ἕλληνες
καὶ
Ἀχαιοί
,
τῶν
αὖ
πεντήκοντα
νεῶν
ἦν
ἀρχὸς
Ἀχιλλεύς
.
685
ἀλλʼ
οἵ
γʼ
οὐ
πολέμοιο
δυσηχέος
ἐμνώοντο
·
οὐ
γὰρ
ἔην
ὅς
τίς
σφιν
ἐπὶ
στίχας
ἡγήσαιτο
·
κεῖτο
γὰρ
ἐν
νήεσσι
ποδάρκης
δῖος
Ἀχιλλεὺς
κούρης
χωόμενος
Βρισηΐδος
ἠϋκόμοιο
,
τὴν
ἐκ
Λυρνησσοῦ
ἐξείλετο
πολλὰ
μογήσας
690
Λυρνησσὸν
διαπορθήσας
καὶ
τείχεα
Θήβης
,
κὰδ
δὲ
Μύνητʼ
ἔβαλεν
καὶ
Ἐπίστροφον
ἐγχεσιμώρους
,
υἱέας
Εὐηνοῖο
Σεληπιάδαο
ἄνακτος
·
τῆς
ὅ
γε
κεῖτʼ
ἀχέων
,
τάχα
δʼ
ἀνστήσεσθαι
ἔμελλεν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.