ἔνθʼ
υἷας
Πριάμοιο
δύω
λάβε
Δαρδανίδαο
εἰν
ἑνὶ
δίφρῳ
ἐόντας
Ἐχέμμονά
τε
Χρομίον
τε
.
160
ὡς
δὲ
λέων
ἐν
βουσὶ
θορὼν
ἐξ
αὐχένα
ἄξῃ
πόρτιος
ἠὲ
βοὸς
ξύλοχον
κάτα
βοσκομενάων
,
ὣς
τοὺς
ἀμφοτέρους
ἐξ
ἵππων
Τυδέος
υἱὸς
βῆσε
κακῶς
ἀέκοντας
,
ἔπειτα
δὲ
τεύχεʼ
ἐσύλα
·
ἵππους
δʼ
οἷς
ἑτάροισι
δίδου
μετὰ
νῆας
ἐλαύνειν
.
165
τὸν
δʼ
ἴδεν
Αἰνείας
ἀλαπάζοντα
στίχας
ἀνδρῶν
,
βῆ
δʼ
ἴμεν
ἄν
τε
μάχην
καὶ
ἀνὰ
κλόνον
ἐγχειάων
Πάνδαρον
ἀντίθεον
διζήμενος
εἴ
που
ἐφεύροι
·
εὗρε
Λυκάονος
υἱὸν
ἀμύμονά
τε
κρατερόν
τε
,
στῆ
δὲ
πρόσθʼ
αὐτοῖο
ἔπος
τέ
μιν
ἀντίον
ηὔδα
·
170
Πάνδαρε
ποῦ
τοι
τόξον
ἰδὲ
πτερόεντες
ὀϊστοὶ
καὶ
κλέος
;
ᾧ
οὔ
τίς
τοι
ἐρίζεται
ἐνθάδε
γʼ
ἀνήρ
,
οὐδέ
τις
ἐν
Λυκίῃ
σέο
γʼ
εὔχεται
εἶναι
ἀμείνων
.
ἀλλʼ
ἄγε
τῷδʼ
ἔφες
ἀνδρὶ
βέλος
Διὶ
χεῖρας
ἀνασχὼν
ὅς
τις
ὅδε
κρατέει
καὶ
δὴ
κακὰ
πολλὰ
ἔοργε
175
Τρῶας
,
ἐπεὶ
πολλῶν
τε
καὶ
ἐσθλῶν
γούνατʼ
ἔλυσεν
·
εἰ
μή
τις
θεός
ἐστι
κοτεσσάμενος
Τρώεσσιν
ἱρῶν
μηνίσας
·
χαλεπὴ
δὲ
θεοῦ
ἔπι
μῆνις
.
τὸν
δʼ
αὖτε
προσέειπε
Λυκάονος
ἀγλαὸς
υἱός
·
Αἰνεία
Τρώων
βουληφόρε
χαλκοχιτώνων
180
Τυδεΐδῃ
μιν
ἔγωγε
δαΐφρονι
πάντα
ἐΐσκω
,
ἀσπίδι
γιγνώσκων
αὐλώπιδί
τε
τρυφαλείῃ
,
ἵππους
τʼ
εἰσορόων
·
σάφα
δʼ
οὐκ
οἶδʼ
εἰ
θεός
ἐστιν
.
εἰ
δʼ
ὅ
γʼ
ἀνὴρ
ὅν
φημι
δαΐφρων
Τυδέος
υἱὸς
οὐχ
ὅ
γʼ
ἄνευθε
θεοῦ
τάδε
μαίνεται
,
ἀλλά
τις
ἄγχι
185
ἕστηκʼ
ἀθανάτων
νεφέλῃ
εἰλυμένος
ὤμους
,
ὃς
τούτου
βέλος
ὠκὺ
κιχήμενον
ἔτραπεν
ἄλλῃ
.
ἤδη
γάρ
οἱ
ἐφῆκα
βέλος
,
καί
μιν
βάλον
ὦμον
δεξιὸν
ἀντικρὺ
διὰ
θώρηκος
γυάλοιο
·
καί
μιν
ἔγωγʼ
ἐφάμην
Ἀϊδωνῆϊ
προϊάψειν
,
190
ἔμπης
δʼ
οὐκ
ἐδάμασσα
·
θεός
νύ
τίς
ἐστι
κοτήεις
.
ἵπποι
δʼ
οὐ
παρέασι
καὶ
ἅρματα
τῶν
κʼ
ἐπιβαίην
·
ἀλλά
που
ἐν
μεγάροισι
Λυκάονος
ἕνδεκα
δίφροι
καλοὶ
πρωτοπαγεῖς
νεοτευχέες
·
ἀμφὶ
δὲ
πέπλοι
πέπτανται
·
παρὰ
δέ
σφιν
ἑκάστῳ
δίζυγες
ἵπποι
195
ἑστᾶσι
κρῖ
λευκὸν
ἐρεπτόμενοι
καὶ
ὀλύρας
.
ἦ
μέν
μοι
μάλα
πολλὰ
γέρων
αἰχμητὰ
Λυκάων
ἐρχομένῳ
ἐπέτελλε
δόμοις
ἔνι
ποιητοῖσιν
·
ἵπποισίν
μʼ
ἐκέλευε
καὶ
ἅρμασιν
ἐμβεβαῶτα
ἀρχεύειν
Τρώεσσι
κατὰ
κρατερὰς
ὑσμίνας
·
200
ἀλλʼ
ἐγὼ
οὐ
πιθόμην
·
ἦ
τʼ
ἂν
πολὺ
κέρδιον
ἦεν
·
ἵππων
φειδόμενος
,
μή
μοι
δευοίατο
φορβῆς
ἀνδρῶν
εἰλομένων
εἰωθότες
ἔδμεναι
ἄδην
.
ὣς
λίπον
,
αὐτὰρ
πεζὸς
ἐς
Ἴλιον
εἰλήλουθα
τόξοισιν
πίσυνος
·
τὰ
δέ
μʼ
οὐκ
ἄρʼ
ἔμελλον
ὀνήσειν
.
205
ἤδη
γὰρ
δοιοῖσιν
ἀριστήεσσιν
ἐφῆκα
Τυδεΐδῃ
τε
καὶ
Ἀτρεΐδῃ
,
ἐκ
δʼ
ἀμφοτέροιιν
ἀτρεκὲς
αἷμʼ
ἔσσευα
βαλών
,
ἤγειρα
δὲ
μᾶλλον
.
τώ
ῥα
κακῇ
αἴσῃ
ἀπὸ
πασσάλου
ἀγκύλα
τόξα
ἤματι
τῷ
ἑλόμην
ὅτε
Ἴλιον
εἰς
ἐρατεινὴν
210
ἡγεόμην
Τρώεσσι
φέρων
χάριν
Ἕκτορι
δίῳ
.
εἰ
δέ
κε
νοστήσω
καὶ
ἐσόψομαι
ὀφθαλμοῖσι
πατρίδʼ
ἐμὴν
ἄλοχόν
τε
καὶ
ὑψερεφὲς
μέγα
δῶμα
,
αὐτίκʼ
ἔπειτʼ
ἀπʼ
ἐμεῖο
κάρη
τάμοι
ἀλλότριος
φὼς
εἰ
μὴ
ἐγὼ
τάδε
τόξα
φαεινῷ
ἐν
πυρὶ
θείην
215
χερσὶ
διακλάσσας
·
ἀνεμώλια
γάρ
μοι
ὀπηδεῖ
.
τὸν
δʼ
αὖτʼ
Αἰνείας
Τρώων
ἀγὸς
ἀντίον
ηὔδα
·
μὴ
δʼ
οὕτως
ἀγόρευε
·
πάρος
δʼ
οὐκ
ἔσσεται
ἄλλως
,
πρίν
γʼ
ἐπὶ
νὼ
τῷδʼ
ἀνδρὶ
σὺν
ἵπποισιν
καὶ
ὄχεσφιν
ἀντιβίην
ἐλθόντε
σὺν
ἔντεσι
πειρηθῆναι
.
220
ἀλλʼ
ἄγʼ
ἐμῶν
ὀχέων
ἐπιβήσεο
,
ὄφρα
ἴδηαι
οἷοι
Τρώϊοι
ἵπποι
ἐπιστάμενοι
πεδίοιο
κραιπνὰ
μάλʼ
ἔνθα
καὶ
ἔνθα
διωκέμεν
ἠδὲ
φέβεσθαι
·
τὼ
καὶ
νῶϊ
πόλιν
δὲ
σαώσετον
,
εἴ
περ
ἂν
αὖτε
Ζεὺς
ἐπὶ
Τυδεΐδῃ
Διομήδεϊ
κῦδος
ὀρέξῃ
.
225
ἀλλʼ
ἄγε
νῦν
μάστιγα
καὶ
ἡνία
σιγαλόεντα
δέξαι
,
ἐγὼ
δʼ
ἵππων
ἀποβήσομαι
ὄφρα
μάχωμαι
·
ἠὲ
σὺ
τόνδε
δέδεξο
,
μελήσουσιν
δʼ
ἐμοὶ
ἵπποι
.
τὸν
δʼ
αὖτε
προσέειπε
Λυκάονος
ἀγλαὸς
υἱός
·
Αἰνεία
σὺ
μὲν
αὐτὸς
ἔχʼ
ἡνία
καὶ
τεὼ
ἵππω
·
230
μᾶλλον
ὑφʼ
ἡνιόχῳ
εἰωθότι
καμπύλον
ἅρμα
οἴσετον
,
εἴ
περ
ἂν
αὖτε
φεβώμεθα
Τυδέος
υἱόν
·
μὴ
τὼ
μὲν
δείσαντε
ματήσετον
,
οὐδʼ
ἐθέλητον
ἐκφερέμεν
πολέμοιο
τεὸν
φθόγγον
ποθέοντε
,
νῶϊ
δʼ
ἐπαΐξας
μεγαθύμου
Τυδέος
υἱὸς
235
αὐτώ
τε
κτείνῃ
καὶ
ἐλάσσῃ
μώνυχας
ἵππους
.
ἀλλὰ
σύ
γʼ
αὐτὸς
ἔλαυνε
τέʼ
ἅρματα
καὶ
τεὼ
ἵππω
,
τὸν
δὲ
δʼ
ἐγὼν
ἐπιόντα
δεδέξομαι
ὀξέϊ
δουρί
.
ὣς
ἄρα
φωνήσαντες
ἐς
ἅρματα
ποικίλα
βάντες
ἐμμεμαῶτʼ
ἐπὶ
Τυδεΐδῃ
ἔχον
ὠκέας
ἵππους
.
240
τοὺς
δὲ
ἴδε
Σθένελος
Καπανήϊος
ἀγλαὸς
υἱός
,
αἶψα
δὲ
Τυδεΐδην
ἔπεα
πτερόεντα
προσηύδα
·
Τυδεΐδη
Διόμηδες
ἐμῷ
κεχαρισμένε
θυμῷ
,
ἄνδρʼ
ὁρόω
κρατερὼ
ἐπὶ
σοὶ
μεμαῶτε
μάχεσθαι
ἶνʼ
ἀπέλεθρον
ἔχοντας
·
ὃ
μὲν
τόξων
ἐῢ
εἰδὼς
245
Πάνδαρος
,
υἱὸς
δʼ
αὖτε
Λυκάονος
εὔχεται
εἶναι
·
Αἰνείας
δʼ
υἱὸς
μὲν
ἀμύμονος
Ἀγχίσαο
εὔχεται
ἐκγεγάμεν
,
μήτηρ
δέ
οἵ
ἐστʼ
Ἀφροδίτη
.
ἀλλʼ
ἄγε
δὴ
χαζώμεθʼ
ἐφʼ
ἵππων
,
μηδέ
μοι
οὕτω
θῦνε
διὰ
προμάχων
,
μή
πως
φίλον
ἦτορ
ὀλέσσῃς
.
250
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
κρατερὸς
Διομήδης
·
μή
τι
φόβον
δʼ
ἀγόρευʼ
,
ἐπεὶ
οὐδὲ
σὲ
πεισέμεν
οἴω
.
οὐ
γάρ
μοι
γενναῖον
ἀλυσκάζοντι
μάχεσθαι
οὐδὲ
καταπτώσσειν
·
ἔτι
μοι
μένος
ἔμπεδόν
ἐστιν
·
ὀκνείω
δʼ
ἵππων
ἐπιβαινέμεν
,
ἀλλὰ
καὶ
αὔτως
255
ἀντίον
εἶμʼ
αὐτῶν
·
τρεῖν
μʼ
οὐκ
ἐᾷ
Παλλὰς
Ἀθήνη
.
τούτω
δʼ
οὐ
πάλιν
αὖτις
ἀποίσετον
ὠκέες
ἵπποι
ἄμφω
ἀφʼ
ἡμείων
,
εἴ
γʼ
οὖν
ἕτερός
γε
φύγῃσιν
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
αἴ
κέν
μοι
πολύβουλος
Ἀθήνη
κῦδος
ὀρέξῃ
260
ἀμφοτέρω
κτεῖναι
,
σὺ
δὲ
τούσδε
μὲν
ὠκέας
ἵππους
αὐτοῦ
ἐρυκακέειν
ἐξ
ἄντυγος
ἡνία
τείνας
,
Αἰνείαο
δʼ
ἐπαΐξαι
μεμνημένος
ἵππων
,
ἐκ
δʼ
ἐλάσαι
Τρώων
μετʼ
ἐϋκνήμιδας
Ἀχαιούς
.
τῆς
γάρ
τοι
γενεῆς
ἧς
Τρωΐ
περ
εὐρύοπα
Ζεὺς
265
δῶχʼ
υἷος
ποινὴν
Γανυμήδεος
,
οὕνεκʼ
ἄριστοι
ἵππων
ὅσσοι
ἔασιν
ὑπʼ
ἠῶ
τʼ
ἠέλιόν
τε
,
τῆς
γενεῆς
ἔκλεψεν
ἄναξ
ἀνδρῶν
Ἀγχίσης
λάθρῃ
Λαομέδοντος
ὑποσχὼν
θήλεας
ἵππους
·
τῶν
οἱ
ἓξ
ἐγένοντο
ἐνὶ
μεγάροισι
γενέθλη
.
270
τοὺς
μὲν
τέσσαρας
αὐτὸς
ἔχων
ἀτίταλλʼ
ἐπὶ
φάτνῃ
,
τὼ
δὲ
δύʼ
Αἰνείᾳ
δῶκεν
μήστωρε
φόβοιο
.
εἰ
τούτω
κε
λάβοιμεν
,
ἀροίμεθά
κε
κλέος
ἐσθλόν
.
ὣς
οἳ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
,
τὼ
δὲ
τάχʼ
ἐγγύθεν
ἦλθον
ἐλαύνοντʼ
ὠκέας
ἵππους
.
275
τὸν
πρότερος
προσέειπε
Λυκάονος
ἀγλαὸς
υἱός
·
καρτερόθυμε
δαΐφρον
ἀγαυοῦ
Τυδέος
υἱὲ
ἦ
μάλα
σʼ
οὐ
βέλος
ὠκὺ
δαμάσσατο
πικρὸς
ὀϊστός
·
νῦν
αὖτʼ
ἐγχείῃ
πειρήσομαι
αἴ
κε
τύχωμι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.