πρῶτος
Πηνέλεως
Βοιώτιος
ἦρχε
φόβοιο
.
βλῆτο
γὰρ
ὦμον
δουρὶ
πρόσω
τετραμμένος
αἰεὶ
ἄκρον
ἐπιλίγδην
·
γράψεν
δέ
οἱ
ὀστέον
ἄχρις
αἰχμὴ
Πουλυδάμαντος
·
ὃ
γάρ
ῥʼ
ἔβαλε
σχεδὸν
ἐλθών
.
600
Λήϊτον
αὖθʼ
Ἕκτωρ
σχεδὸν
οὔτασε
χεῖρʼ
ἐπὶ
καρπῷ
υἱὸν
Ἀλεκτρυόνος
μεγαθύμου
,
παῦσε
δὲ
χάρμης
·
τρέσσε
δὲ
παπτήνας
,
ἐπεὶ
οὐκέτι
ἔλπετο
θυμῷ
ἔγχος
ἔχων
ἐν
χειρὶ
μαχήσεσθαι
Τρώεσσιν
.
Ἕκτορα
δʼ
Ἰδομενεὺς
μετὰ
Λήϊτον
ὁρμηθέντα
605
βεβλήκει
θώρηκα
κατὰ
στῆθος
παρὰ
μαζόν
·
ἐν
καυλῷ
δʼ
ἐάγη
δολιχὸν
δόρυ
,
τοὶ
δὲ
βόησαν
Τρῶες
·
ὃ
δʼ
Ἰδομενῆος
ἀκόντισε
Δευκαλίδαο
δίφρῳ
ἐφεσταότος
·
τοῦ
μέν
ῥʼ
ἀπὸ
τυτθὸν
ἅμαρτεν
·
αὐτὰρ
ὃ
Μηριόναο
ὀπάονά
θʼ
ἡνίοχόν
τε
610
Κοίρανον
,
ὅς
ῥʼ
ἐκ
Λύκτου
ἐϋκτιμένης
ἕπετʼ
αὐτῷ
·
πεζὸς
γὰρ
τὰ
πρῶτα
λιπὼν
νέας
ἀμφιελίσσας
ἤλυθε
,
καί
κε
Τρωσὶ
μέγα
κράτος
ἐγγυάλιξεν
,
εἰ
μὴ
Κοίρανος
ὦκα
ποδώκεας
ἤλασεν
ἵππους
·
καὶ
τῷ
μὲν
φάος
ἦλθεν
,
ἄμυνε
δὲ
νηλεὲς
ἦμαρ
,
615
αὐτὸς
δʼ
ὤλεσε
θυμὸν
ὑφʼ
Ἕκτορος
ἀνδροφόνοιο
·
τὸν
βάλʼ
ὑπὸ
γναθμοῖο
καὶ
οὔατος
,
ἐκ
δʼ
ἄρʼ
ὀδόντας
ὦσε
δόρυ
πρυμνόν
,
διὰ
δὲ
γλῶσσαν
τάμε
μέσσην
.
ἤριπε
δʼ
ἐξ
ὀχέων
,
κατὰ
δʼ
ἡνία
χεῦεν
ἔραζε
.
καὶ
τά
γε
Μηριόνης
ἔλαβεν
χείρεσσι
φίλῃσι
620
κύψας
ἐκ
πεδίοιο
,
καὶ
Ἰδομενῆα
προσηύδα
·
μάστιε
νῦν
εἷός
κε
θοὰς
ἐπὶ
νῆας
ἵκηαι
·
γιγνώσκεις
δὲ
καὶ
αὐτὸς
ὅ
τʼ
οὐκέτι
κάρτος
Ἀχαιῶν
.
ὣς
ἔφατʼ
,
Ἰδομενεὺς
δʼ
ἵμασεν
καλλίτριχας
ἵππους
νῆας
ἔπι
γλαφυράς
·
δὴ
γὰρ
δέος
ἔμπεσε
θυμῷ
.
625
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.