ἔνθʼ
υἷι
Πριάμοιο
συνήντετο
Δαρδανίδαο
ἐκ
ποταμοῦ
φεύγοντι
Λυκάονι
,
τόν
ῥά
ποτʼ
αὐτὸς
35
ἦγε
λαβὼν
ἐκ
πατρὸς
ἀλωῆς
οὐκ
ἐθέλοντα
ἐννύχιος
προμολών
·
ὃ
δʼ
ἐρινεὸν
ὀξέϊ
χαλκῷ
τάμνε
νέους
ὄρπηκας
,
ἵνʼ
ἅρματος
ἄντυγες
εἶεν
·
τῷ
δʼ
ἄρʼ
ἀνώϊστον
κακὸν
ἤλυθε
δῖος
Ἀχιλλεύς
.
καὶ
τότε
μέν
μιν
Λῆμνον
ἐϋκτιμένην
ἐπέρασσε
40
νηυσὶν
ἄγων
,
ἀτὰρ
υἱὸς
Ἰήσονος
ὦνον
ἔδωκε
·
κεῖθεν
δὲ
ξεῖνός
μιν
ἐλύσατο
πολλὰ
δʼ
ἔδωκεν
Ἴμβριος
Ἠετίων
,
πέμψεν
δʼ
ἐς
δῖαν
Ἀρίσβην
·
ἔνθεν
ὑπεκπροφυγὼν
πατρώϊον
ἵκετο
δῶμα
.
ἕνδεκα
δʼ
ἤματα
θυμὸν
ἐτέρπετο
οἷσι
φίλοισιν
45
ἐλθὼν
ἐκ
Λήμνοιο
·
δυωδεκάτῃ
δέ
μιν
αὖτις
χερσὶν
Ἀχιλλῆος
θεὸς
ἔμβαλεν
,
ὅς
μιν
ἔμελλε
πέμψειν
εἰς
Ἀΐδαο
καὶ
οὐκ
ἐθέλοντα
νέεσθαι
.
τὸν
δʼ
ὡς
οὖν
ἐνόησε
ποδάρκης
δῖος
Ἀχιλλεὺς
γυμνὸν
ἄτερ
κόρυθός
τε
καὶ
ἀσπίδος
,
οὐδʼ
ἔχεν
ἔγχος
,
50
ἀλλὰ
τὰ
μέν
ῥʼ
ἀπὸ
πάντα
χαμαὶ
βάλε
·
τεῖρε
γὰρ
ἱδρὼς
φεύγοντʼ
ἐκ
ποταμοῦ
,
κάματος
δʼ
ὑπὸ
γούνατʼ
ἐδάμνα
·
ὀχθήσας
δʼ
ἄρα
εἶπε
πρὸς
ὃν
μεγαλήτορα
θυμόν
·
ὢ
πόποι
ἦ
μέγα
θαῦμα
τόδʼ
ὀφθαλμοῖσιν
ὁρῶμαι
·
ἦ
μάλα
δὴ
Τρῶες
μεγαλήτορες
οὕς
περ
ἔπεφνον
55
αὖτις
ἀναστήσονται
ὑπὸ
ζόφου
ἠερόεντος
,
οἷον
δὴ
καὶ
ὅδʼ
ἦλθε
φυγὼν
ὕπο
νηλεὲς
ἦμαρ
Λῆμνον
ἐς
ἠγαθέην
πεπερημένος
·
οὐδέ
μιν
ἔσχε
πόντος
ἁλὸς
πολιῆς
,
ὃ
πολέας
ἀέκοντας
ἐρύκει
.
ἀλλʼ
ἄγε
δὴ
καὶ
δουρὸς
ἀκωκῆς
ἡμετέροιο
60
γεύσεται
,
ὄφρα
ἴδωμαι
ἐνὶ
φρεσὶν
ἠδὲ
δαείω
ἢ
ἄρʼ
ὁμῶς
καὶ
κεῖθεν
ἐλεύσεται
,
ἦ
μιν
ἐρύξει
γῆ
φυσίζοος
,
ἥ
τε
κατὰ
κρατερόν
περ
ἐρύκει
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.