οἳ
δʼ
ἔχον
Ὀρμένιον
,
οἵ
τε
κρήνην
Ὑπέρειαν
,
οἵ
τʼ
ἔχον
Ἀστέριον
Τιτάνοιό
τε
λευκὰ
κάρηνα
,
735
τῶν
ἦρχʼ
Εὐρύπυλος
Εὐαίμονος
ἀγλαὸς
υἱός
·
τῷ
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
οἳ
δʼ
Ἄργισσαν
ἔχον
καὶ
Γυρτώνην
ἐνέμοντο
,
Ὄρθην
Ἠλώνην
τε
πόλιν
τʼ
Ὀλοοσσόνα
λευκήν
,
τῶν
αὖθʼ
ἡγεμόνευε
μενεπτόλεμος
Πολυποίτης
740
υἱὸς
Πειριθόοιο
τὸν
ἀθάνατος
τέκετο
Ζεύς
·
τόν
ῥʼ
ὑπὸ
Πειριθόῳ
τέκετο
κλυτὸς
Ἱπποδάμεια
ἤματι
τῷ
ὅτε
Φῆρας
ἐτίσατο
λαχνήεντας
,
τοὺς
δʼ
ἐκ
Πηλίου
ὦσε
καὶ
Αἰθίκεσσι
πέλασσεν
·
οὐκ
οἶος
,
ἅμα
τῷ
γε
Λεοντεὺς
ὄζος
Ἄρηος
745
υἱὸς
ὑπερθύμοιο
Κορώνου
Καινεΐδαο
·
τοῖς
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
Γουνεὺς
δʼ
ἐκ
Κύφου
ἦγε
δύω
καὶ
εἴκοσι
νῆας
·
τῷ
δʼ
Ἐνιῆνες
ἕποντο
μενεπτόλεμοί
τε
Περαιβοὶ
οἳ
περὶ
Δωδώνην
δυσχείμερον
οἰκίʼ
ἔθεντο
,
750
οἵ
τʼ
ἀμφʼ
ἱμερτὸν
Τιταρησσὸν
ἔργα
νέμοντο
ὅς
ῥʼ
ἐς
Πηνειὸν
προΐει
καλλίρροον
ὕδωρ
,
οὐδʼ
ὅ
γε
Πηνειῷ
συμμίσγεται
ἀργυροδίνῃ
,
ἀλλά
τέ
μιν
καθύπερθεν
ἐπιρρέει
ἠΰτʼ
ἔλαιον
·
ὅρκου
γὰρ
δεινοῦ
Στυγὸς
ὕδατός
ἐστιν
ἀπορρώξ
.
755
Μαγνήτων
δʼ
ἦρχε
Πρόθοος
Τενθρηδόνος
υἱός
,
οἳ
περὶ
Πηνειὸν
καὶ
Πήλιον
εἰνοσίφυλλον
ναίεσκον
·
τῶν
μὲν
Πρόθοος
θοὸς
ἡγεμόνευε
,
τῷ
δʼ
ἅμα
τεσσαράκοντα
μέλαιναι
νῆες
ἕποντο
.
οὗτοι
ἄρʼ
ἡγεμόνες
Δαναῶν
καὶ
κοίρανοι
ἦσαν
·
760
τίς
τὰρ
τῶν
ὄχʼ
ἄριστος
ἔην
σύ
μοι
ἔννεπε
Μοῦσα
αὐτῶν
ἠδʼ
ἵππων
,
οἳ
ἅμʼ
Ἀτρεΐδῃσιν
ἕποντο
.
ἵπποι
μὲν
μέγʼ
ἄρισται
ἔσαν
Φηρητιάδαο
,
τὰς
Εὔμηλος
ἔλαυνε
ποδώκεας
ὄρνιθας
ὣς
ὄτριχας
οἰέτεας
σταφύλῇ
ἐπὶ
νῶτον
ἐΐσας
·
765
τὰς
ἐν
Πηρείῃ
θρέψʼ
ἀργυρότοξος
Ἀπόλλων
ἄμφω
θηλείας
,
φόβον
Ἄρηος
φορεούσας
.
ἀνδρῶν
αὖ
μέγʼ
ἄριστος
ἔην
Τελαμώνιος
Αἴας
ὄφρʼ
Ἀχιλεὺς
μήνιεν
·
ὃ
γὰρ
πολὺ
φέρτατος
ἦεν
,
ἵπποι
θʼ
οἳ
φορέεσκον
ἀμύμονα
Πηλεΐωνα
.
770
ἀλλʼ
ὃ
μὲν
ἐν
νήεσσι
κορωνίσι
ποντοπόροισι
κεῖτʼ
ἀπομηνίσας
Ἀγαμέμνονι
ποιμένι
λαῶν
Ἀτρεΐδῃ
·
λαοὶ
δὲ
παρὰ
ῥηγμῖνι
θαλάσσης
δίσκοισιν
τέρποντο
καὶ
αἰγανέῃσιν
ἱέντες
τόξοισίν
θʼ
·
ἵπποι
δὲ
παρʼ
ἅρμασιν
οἷσιν
ἕκαστος
775
λωτὸν
ἐρεπτόμενοι
ἐλεόθρεπτόν
τε
σέλινον
ἕστασαν
·
ἅρματα
δʼ
εὖ
πεπυκασμένα
κεῖτο
ἀνάκτων
ἐν
κλισίῃς
·
οἳ
δʼ
ἀρχὸν
ἀρηΐφιλον
ποθέοντες
φοίτων
ἔνθα
καὶ
ἔνθα
κατὰ
στρατὸν
οὐδὲ
μάχοντο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.