Ἠὼς
μὲν
κροκόπεπλος
ἀπʼ
Ὠκεανοῖο
ῥοάων
1
ὄρνυθʼ
,
ἵνʼ
ἀθανάτοισι
φόως
φέροι
ἠδὲ
βροτοῖσιν
·
ἣ
δʼ
ἐς
νῆας
ἵκανε
θεοῦ
πάρα
δῶρα
φέρουσα
.
εὗρε
δὲ
Πατρόκλῳ
περικείμενον
ὃν
φίλον
υἱὸν
κλαίοντα
λιγέως
·
πολέες
δʼ
ἀμφʼ
αὐτὸν
ἑταῖροι
5
μύρονθʼ
·
ἣ
δʼ
ἐν
τοῖσι
παρίστατο
δῖα
θεάων
,
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρὶ
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
τέκνον
ἐμὸν
τοῦτον
μὲν
ἐάσομεν
ἀχνύμενοί
περ
κεῖσθαι
,
ἐπεὶ
δὴ
πρῶτα
θεῶν
ἰότητι
δαμάσθη
·
τύνη
δʼ
Ἡφαίστοιο
πάρα
κλυτὰ
τεύχεα
δέξο
10
καλὰ
μάλʼ
,
οἷʼ
οὔ
πώ
τις
ἀνὴρ
ὤμοισι
φόρησεν
.
ὡς
ἄρα
φωνήσασα
θεὰ
κατὰ
τεύχεʼ
ἔθηκε
πρόσθεν
Ἀχιλλῆος
·
τὰ
δʼ
ἀνέβραχε
δαίδαλα
πάντα
.
Μυρμιδόνας
δʼ
ἄρα
πάντας
ἕλε
τρόμος
,
οὐδέ
τις
ἔτλη
ἄντην
εἰσιδέειν
,
ἀλλʼ
ἔτρεσαν
.
αὐτὰρ
Ἀχιλλεὺς
15
ὡς
εἶδʼ
,
ὥς
μιν
μᾶλλον
ἔδυ
χόλος
,
ἐν
δέ
οἱ
ὄσσε
δεινὸν
ὑπὸ
βλεφάρων
ὡς
εἰ
σέλας
ἐξεφάανθεν
·
τέρπετο
δʼ
ἐν
χείρεσσιν
ἔχων
θεοῦ
ἀγλαὰ
δῶρα
.
αὐτὰρ
ἐπεὶ
φρεσὶν
ᾗσι
τετάρπετο
δαίδαλα
λεύσσων
αὐτίκα
μητέρα
ἣν
ἔπεα
πτερόεντα
προσηύδα
·
20
μῆτερ
ἐμὴ
τὰ
μὲν
ὅπλα
θεὸς
πόρεν
οἷʼ
ἐπιεικὲς
ἔργʼ
ἔμεν
ἀθανάτων
,
μὴ
δὲ
βροτὸν
ἄνδρα
τελέσσαι
.
νῦν
δʼ
ἤτοι
μὲν
ἐγὼ
θωρήξομαι
·
ἀλλὰ
μάλʼ
αἰνῶς
δείδω
μή
μοι
τόφρα
Μενοιτίου
ἄλκιμον
υἱὸν
μυῖαι
καδδῦσαι
κατὰ
χαλκοτύπους
ὠτειλὰς
25
εὐλὰς
ἐγγείνωνται
,
ἀεικίσσωσι
δὲ
νεκρόν
,
ἐκ
δʼ
αἰὼν
πέφαται
,
κατὰ
δὲ
χρόα
πάντα
σαπήῃ
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
θεὰ
Θέτις
ἀργυρόπεζα
·
τέκνον
μή
τοι
ταῦτα
μετὰ
φρεσὶ
σῇσι
μελόντων
.
τῷ
μὲν
ἐγὼ
πειρήσω
ἀλαλκεῖν
ἄγρια
φῦλα
30
μυίας
,
αἵ
ῥά
τε
φῶτας
ἀρηϊφάτους
κατέδουσιν
·
ἤν
περ
γὰρ
κεῖταί
γε
τελεσφόρον
εἰς
ἐνιαυτόν
,
αἰεὶ
τῷ
γʼ
ἔσται
χρὼς
ἔμπεδος
,
ἢ
καὶ
ἀρείων
.
ἀλλὰ
σύ
γʼ
εἰς
ἀγορὴν
καλέσας
ἥρωας
Ἀχαιοὺς
μῆνιν
ἀποειπὼν
Ἀγαμέμνονι
ποιμένι
λαῶν
35
αἶψα
μάλʼ
ἐς
πόλεμον
θωρήσσεο
,
δύσεο
δʼ
ἀλκήν
.
ὣς
ἄρα
φωνήσασα
μένος
πολυθαρσὲς
ἐνῆκε
,
Πατρόκλῳ
δʼ
αὖτʼ
ἀμβροσίην
καὶ
νέκταρ
ἐρυθρὸν
στάξε
κατὰ
ῥινῶν
,
ἵνα
οἱ
χρὼς
ἔμπεδος
εἴη
.
αὐτὰρ
ὃ
βῆ
παρὰ
θῖνα
θαλάσσης
δῖος
Ἀχιλλεὺς
40
σμερδαλέα
ἰάχων
,
ὦρσεν
δʼ
ἥρωας
Ἀχαιούς
.
καί
ῥʼ
οἵ
περ
τὸ
πάρος
γε
νεῶν
ἐν
ἀγῶνι
μένεσκον
οἵ
τε
κυβερνῆται
καὶ
ἔχον
οἰήϊα
νηῶν
καὶ
ταμίαι
παρὰ
νηυσὶν
ἔσαν
σίτοιο
δοτῆρες
,
καὶ
μὴν
οἳ
τότε
γʼ
εἰς
ἀγορὴν
ἴσαν
,
οὕνεκʼ
Ἀχιλλεὺς
45
ἐξεφάνη
,
δηρὸν
δὲ
μάχης
ἐπέπαυτʼ
ἀλεγεινῆς
.
τὼ
δὲ
δύω
σκάζοντε
βάτην
Ἄρεος
θεράποντε
Τυδεΐδης
τε
μενεπτόλεμος
καὶ
δῖος
Ὀδυσσεὺς
ἔγχει
ἐρειδομένω
·
ἔτι
γὰρ
ἔχον
ἕλκεα
λυγρά
·
κὰδ
δὲ
μετὰ
πρώτῃ
ἀγορῇ
ἵζοντο
κιόντες
.
50
αὐτὰρ
ὃ
δεύτατος
ἦλθεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
ἕλκος
ἔχων
·
καὶ
γὰρ
τὸν
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
οὖτα
Κόων
Ἀντηνορίδης
χαλκήρεϊ
δουρί
.
αὐτὰρ
ἐπεὶ
δὴ
πάντες
ἀολλίσθησαν
Ἀχαιοί
,
τοῖσι
δʼ
ἀνιστάμενος
μετέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
55
Ἀτρεΐδη
ἦ
ἄρ
τι
τόδʼ
ἀμφοτέροισιν
ἄρειον
ἔπλετο
σοὶ
καὶ
ἐμοί
,
ὅ
τε
νῶΐ
περ
ἀχνυμένω
κῆρ
θυμοβόρῳ
ἔριδι
μενεήναμεν
εἵνεκα
κούρης
;
τὴν
ὄφελʼ
ἐν
νήεσσι
κατακτάμεν
Ἄρτεμις
ἰῷ
ἤματι
τῷ
ὅτʼ
ἐγὼν
ἑλόμην
Λυρνησσὸν
ὀλέσσας
·
60
τώ
κʼ
οὐ
τόσσοι
Ἀχαιοὶ
ὀδὰξ
ἕλον
ἄσπετον
οὖδας
δυσμενέων
ὑπὸ
χερσὶν
ἐμεῦ
ἀπομηνίσαντος
.
Ἕκτορι
μὲν
καὶ
Τρωσὶ
τὸ
κέρδιον
·
αὐτὰρ
Ἀχαιοὺς
δηρὸν
ἐμῆς
καὶ
σῆς
ἔριδος
μνήσεσθαι
ὀΐω
.
ἀλλὰ
τὰ
μὲν
προτετύχθαι
ἐάσομεν
ἀχνύμενοί
περ
65
θυμὸν
ἐνὶ
στήθεσσι
φίλον
δαμάσαντες
ἀνάγκῃ
·
νῦν
δʼ
ἤτοι
μὲν
ἐγὼ
παύω
χόλον
,
οὐδέ
τί
με
χρὴ
ἀσκελέως
αἰεὶ
μενεαινέμεν
·
ἀλλʼ
ἄγε
θᾶσσον
ὄτρυνον
πόλεμον
δὲ
κάρη
κομόωντας
Ἀχαιούς
,
ὄφρʼ
ἔτι
καὶ
Τρώων
πειρήσομαι
ἀντίον
ἐλθὼν
70
αἴ
κʼ
ἐθέλωσʼ
ἐπὶ
νηυσὶν
ἰαύειν
·
ἀλλά
τινʼ
οἴω
ἀσπασίως
αὐτῶν
γόνυ
κάμψειν
,
ὅς
κε
φύγῃσι
δηΐου
ἐκ
πολέμοιο
ὑπʼ
ἔγχεος
ἡμετέροιο
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἐχάρησαν
ἐϋκνήμιδες
Ἀχαιοὶ
μῆνιν
ἀπειπόντος
μεγαθύμου
Πηλεΐωνος
.
75
τοῖσι
δὲ
καὶ
μετέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
αὐτόθεν
ἐξ
ἕδρης
,
οὐδʼ
ἐν
μέσσοισιν
ἀναστάς
·
ὦ
φίλοι
ἥρωες
Δαναοὶ
θεράποντες
Ἄρηος
ἑσταότος
μὲν
καλὸν
ἀκούειν
,
οὐδὲ
ἔοικεν
ὑββάλλειν
·
χαλεπὸν
γὰρ
ἐπισταμένῳ
περ
ἐόντι
.
80
ἀνδρῶν
δʼ
ἐν
πολλῷ
ὁμάδῳ
πῶς
κέν
τις
ἀκούσαι
ἢ
εἴποι
;
βλάβεται
δὲ
λιγύς
περ
ἐὼν
ἀγορητής
.
Πηλεΐδῃ
μὲν
ἐγὼν
ἐνδείξομαι
·
αὐτὰρ
οἱ
ἄλλοι
σύνθεσθʼ
Ἀργεῖοι
,
μῦθόν
τʼ
εὖ
γνῶτε
ἕκαστος
.
πολλάκι
δή
μοι
τοῦτον
Ἀχαιοὶ
μῦθον
ἔειπον
85
καί
τέ
με
νεικείεσκον
·
ἐγὼ
δʼ
οὐκ
αἴτιός
εἰμι
,
ἀλλὰ
Ζεὺς
καὶ
Μοῖρα
καὶ
ἠεροφοῖτις
Ἐρινύς
,
οἵ
τέ
μοι
εἰν
ἀγορῇ
φρεσὶν
ἔμβαλον
ἄγριον
ἄτην
,
ἤματι
τῷ
ὅτʼ
Ἀχιλλῆος
γέρας
αὐτὸς
ἀπηύρων
.
ἀλλὰ
τί
κεν
ῥέξαιμι
;
θεὸς
διὰ
πάντα
τελευτᾷ
.
90
πρέσβα
Διὸς
θυγάτηρ
Ἄτη
,
ἣ
πάντας
ἀᾶται
,
οὐλομένη
·
τῇ
μέν
θʼ
ἁπαλοὶ
πόδες
·
οὐ
γὰρ
ἐπʼ
οὔδει
πίλναται
,
ἀλλʼ
ἄρα
ἥ
γε
κατʼ
ἀνδρῶν
κράατα
βαίνει
βλάπτουσʼ
ἀνθρώπους
·
κατὰ
δʼ
οὖν
ἕτερόν
γε
πέδησε
.
καὶ
γὰρ
δή
νύ
ποτε
Ζεὺς
ἄσατο
,
τόν
περ
ἄριστον
95
ἀνδρῶν
ἠδὲ
θεῶν
φασʼ
ἔμμεναι
·
ἀλλʼ
ἄρα
καὶ
τὸν
Ἥρη
θῆλυς
ἐοῦσα
δολοφροσύνῃς
ἀπάτησεν
,
ἤματι
τῷ
ὅτʼ
ἔμελλε
βίην
Ἡρακληείην
Ἀλκμήνη
τέξεσθαι
ἐϋστεφάνῳ
ἐνὶ
Θήβῃ
.
ἤτοι
ὅ
γʼ
εὐχόμενος
μετέφη
πάντεσσι
θεοῖσι
·
100
κέκλυτέ
μευ
πάντές
τε
θεοὶ
πᾶσαί
τε
θέαιναι
,
ὄφρʼ
εἴπω
τά
με
θυμὸς
ἐνὶ
στήθεσσιν
ἀνώγει
.
σήμερον
ἄνδρα
φόως
δὲ
μογοστόκος
Εἰλείθυια
ἐκφανεῖ
,
ὃς
πάντεσσι
περικτιόνεσσιν
ἀνάξει
,
τῶν
ἀνδρῶν
γενεῆς
οἵ
θʼ
αἵματος
ἐξ
ἐμεῦ
εἰσί
.
105
τὸν
δὲ
δολοφρονέουσα
προσηύδα
πότνια
Ἥρη
·
ψευστήσεις
,
οὐδʼ
αὖτε
τέλος
μύθῳ
ἐπιθήσεις
.
εἰ
δʼ
ἄγε
νῦν
μοι
ὄμοσσον
Ὀλύμπιε
καρτερὸν
ὅρκον
,
ἦ
μὲν
τὸν
πάντεσσι
περικτιόνεσσιν
ἀνάξειν
ὅς
κεν
ἐπʼ
ἤματι
τῷδε
πέσῃ
μετὰ
ποσσὶ
γυναικὸς
110
τῶν
ἀνδρῶν
οἳ
σῆς
ἐξ
αἵματός
εἰσι
γενέθλης
.
ὣς
ἔφατο
·
Ζεὺς
δʼ
οὔ
τι
δολοφροσύνην
ἐνόησεν
,
ἀλλʼ
ὄμοσεν
μέγαν
ὅρκον
,
ἔπειτα
δὲ
πολλὸν
ἀάσθη
.
Ἥρη
δʼ
ἀΐξασα
λίπεν
ῥίον
Οὐλύμποιο
,
καρπαλίμως
δʼ
ἵκετʼ
Ἄργος
Ἀχαιικόν
,
ἔνθʼ
ἄρα
ᾔδη
115
ἰφθίμην
ἄλοχον
Σθενέλου
Περσηϊάδαο
.
ἣ
δʼ
ἐκύει
φίλον
υἱόν
,
ὃ
δʼ
ἕβδομος
ἑστήκει
μείς
·
ἐκ
δʼ
ἄγαγε
πρὸ
φόως
δὲ
καὶ
ἠλιτόμηνον
ἐόντα
,
Ἀλκμήνης
δʼ
ἀπέπαυσε
τόκον
,
σχέθε
δʼ
Εἰλειθυίας
.
αὐτὴ
δʼ
ἀγγελέουσα
Δία
Κρονίωνα
προσηύδα
·
120
Ζεῦ
πάτερ
ἀργικέραυνε
ἔπος
τί
τοι
ἐν
φρεσὶ
θήσω
·
ἤδη
ἀνὴρ
γέγον
ʼ
ἐσθλὸς
ὃς
Ἀργείοισιν
ἀνάξει
Εὐρυσθεὺς
Σθενέλοιο
πάϊς
Περσηϊάδαο
σὸν
γένος
·
οὔ
οἱ
ἀεικὲς
ἀνασσέμεν
Ἀργείοισιν
.
ὣς
φάτο
,
τὸν
δʼ
ἄχος
ὀξὺ
κατὰ
φρένα
τύψε
βαθεῖαν
·
125
αὐτίκα
δʼ
εἷλʼ
Ἄτην
κεφαλῆς
λιπαροπλοκάμοιο
χωόμενος
φρεσὶν
ᾗσι
,
καὶ
ὤμοσε
καρτερὸν
ὅρκον
μή
ποτʼ
ἐς
Οὔλυμπόν
τε
καὶ
οὐρανὸν
ἀστερόεντα
αὖτις
ἐλεύσεσθαι
Ἄτην
,
ἣ
πάντας
ἀᾶται
.
ὣς
εἰπὼν
ἔρριψεν
ἀπʼ
οὐρανοῦ
ἀστερόεντος
130
χειρὶ
περιστρέψας
·
τάχα
δʼ
ἵκετο
ἔργʼ
ἀνθρώπων
.
τὴν
αἰεὶ
στενάχεσχʼ
ὅθʼ
ἑὸν
φίλον
υἱὸν
ὁρῷτο
ἔργον
ἀεικὲς
ἔχοντα
ὑπʼ
Εὐρυσθῆος
ἀέθλων
.
ὣς
καὶ
ἐγών
,
ὅτε
δʼ
αὖτε
μέγας
κορυθαίολος
Ἕκτωρ
Ἀργείους
ὀλέκεσκεν
ἐπὶ
πρυμνῇσι
νέεσσιν
,
135
οὐ
δυνάμην
λελαθέσθʼ
Ἄτης
ᾗ
πρῶτον
ἀάσθην
.
ἀλλʼ
ἐπεὶ
ἀασάμην
καί
μευ
φρένας
ἐξέλετο
Ζεύς
,
ἂψ
ἐθέλω
ἀρέσαι
,
δόμεναί
τʼ
ἀπερείσιʼ
ἄποινα
·
ἀλλʼ
ὄρσευ
πόλεμον
δὲ
καὶ
ἄλλους
ὄρνυθι
λαούς
.
δῶρα
δʼ
ἐγὼν
ὅδε
πάντα
παρασχέμεν
ὅσσά
τοι
ἐλθὼν
140
χθιζὸς
ἐνὶ
κλισίῃσιν
ὑπέσχετο
δῖος
Ὀδυσσεύς
.
εἰ
δʼ
ἐθέλεις
,
ἐπίμεινον
ἐπειγόμενός
περ
Ἄρηος
,
δῶρα
δέ
τοι
θεράποντες
ἐμῆς
παρὰ
νηὸς
ἑλόντες
οἴσουσʼ
,
ὄφρα
ἴδηαι
ὅ
τοι
μενοεικέα
δώσω
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
145
Ἀτρεΐδη
κύδιστε
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
δῶρα
μὲν
αἴ
κʼ
ἐθέλῃσθα
παρασχέμεν
,
ὡς
ἐπιεικές
,
ἤ
τʼ
ἐχέμεν
παρὰ
σοί
·
νῦν
δὲ
μνησώμεθα
χάρμης
αἶψα
μάλʼ
·
οὐ
γὰρ
χρὴ
κλοτοπεύειν
ἐνθάδʼ
ἐόντας
οὐδὲ
διατρίβειν
·
ἔτι
γὰρ
μέγα
ἔργον
ἄρεκτον
·
150
ὥς
κέ
τις
αὖτʼ
Ἀχιλῆα
μετὰ
πρώτοισιν
ἴδηται
ἔγχεϊ
χαλκείῳ
Τρώων
ὀλέκοντα
φάλαγγας
.
ὧδέ
τις
ὑμείων
μεμνημένος
ἀνδρὶ
μαχέσθω
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.