ἦ
,
καὶ
Παιονίδην
δουρὶ
κλυτὸν
ἐξενάριζεν
.
αὐτὰρ
Ἀλέξανδρος
Ἑλένης
πόσις
ἠϋκόμοιο
Τυδεΐδῃ
ἔπι
τόξα
τιταίνετο
ποιμένι
λαῶν
,
370
στήλῃ
κεκλιμένος
ἀνδροκμήτῳ
ἐπὶ
τύμβῳ
Ἴλου
Δαρδανίδαο
,
παλαιοῦ
δημογέροντος
.
ἤτοι
ὃ
μὲν
θώρηκα
Ἀγαστρόφου
ἰφθίμοιο
αἴνυτʼ
ἀπὸ
στήθεσφι
παναίολον
ἀσπίδα
τʼ
ὤμων
καὶ
κόρυθα
βριαρήν
·
ὃ
δὲ
τόξου
πῆχυν
ἄνελκε
375
καὶ
βάλεν
,
οὐδʼ
ἄρα
μιν
ἅλιον
βέλος
ἔκφυγε
χειρός
,
ταρσὸν
δεξιτεροῖο
ποδός
·
διὰ
δʼ
ἀμπερὲς
ἰὸς
ἐν
γαίῃ
κατέπηκτο
·
ὃ
δὲ
μάλα
ἡδὺ
γελάσσας
ἐκ
λόχου
ἀμπήδησε
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
βέβληαι
οὐδʼ
ἅλιον
βέλος
ἔκφυγεν
·
ὡς
ὄφελόν
τοι
380
νείατον
ἐς
κενεῶνα
βαλὼν
ἐκ
θυμὸν
ἑλέσθαι
.
οὕτω
κεν
καὶ
Τρῶες
ἀνέπνευσαν
κακότητος
,
οἵ
τέ
σε
πεφρίκασι
λέονθʼ
ὡς
μηκάδες
αἶγες
.
τὸν
δʼ
οὐ
ταρβήσας
προσέφη
κρατερὸς
Διομήδης
·
τοξότα
λωβητὴρ
κέρᾳ
ἀγλαὲ
παρθενοπῖπα
385
εἰ
μὲν
δὴ
ἀντίβιον
σὺν
τεύχεσι
πειρηθείης
,
οὐκ
ἄν
τοι
χραίσμῃσι
βιὸς
καὶ
ταρφέες
ἰοί
·
νῦν
δέ
μʼ
ἐπιγράψας
ταρσὸν
ποδὸς
εὔχεαι
αὔτως
.
οὐκ
ἀλέγω
,
ὡς
εἴ
με
γυνὴ
βάλοι
ἢ
πάϊς
ἄφρων
·
κωφὸν
γὰρ
βέλος
ἀνδρὸς
ἀνάλκιδος
οὐτιδανοῖο
.
390
ἦ
τʼ
ἄλλως
ὑπʼ
ἐμεῖο
,
καὶ
εἴ
κʼ
ὀλίγον
περ
ἐπαύρῃ
,
ὀξὺ
βέλος
πέλεται
,
καὶ
ἀκήριον
αἶψα
τίθησι
.
τοῦ
δὲ
γυναικὸς
μέν
τʼ
ἀμφίδρυφοί
εἰσι
παρειαί
,
παῖδες
δʼ
ὀρφανικοί
·
ὃ
δέ
θʼ
αἵματι
γαῖαν
ἐρεύθων
πύθεται
,
οἰωνοὶ
δὲ
περὶ
πλέες
ἠὲ
γυναῖκες
.
395
ὣς
φάτο
,
τοῦ
δʼ
Ὀδυσεὺς
δουρικλυτὸς
ἐγγύθεν
ἐλθὼν
ἔστη
πρόσθʼ
·
ὃ
δʼ
ὄπισθε
καθεζόμενος
βέλος
ὠκὺ
ἐκ
ποδὸς
ἕλκʼ
,
ὀδύνη
δὲ
διὰ
χροὸς
ἦλθʼ
ἀλεγεινή
.
ἐς
δίφρον
δʼ
ἀνόρουσε
,
καὶ
ἡνιόχῳ
ἐπέτελλε
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐλαυνέμεν
·
ἤχθετο
γὰρ
κῆρ
.
400
οἰώθη
δʼ
Ὀδυσεὺς
δουρὶ
κλυτός
,
οὐδέ
τις
αὐτῷ
Ἀργείων
παρέμεινεν
,
ἐπεὶ
φόβος
ἔλλαβε
πάντας
·
ὀχθήσας
δʼ
ἄρα
εἶπε
πρὸς
ὃν
μεγαλήτορα
θυμόν
·
ὤ
μοι
ἐγὼ
τί
πάθω
;
μέγα
μὲν
κακὸν
αἴ
κε
φέβωμαι
πληθὺν
ταρβήσας
·
τὸ
δὲ
ῥίγιον
αἴ
κεν
ἁλώω
405
μοῦνος
·
τοὺς
δʼ
ἄλλους
Δαναοὺς
ἐφόβησε
Κρονίων
.
ἀλλὰ
τί
ἤ
μοι
ταῦτα
φίλος
διελέξατο
θυμός
;
οἶδα
γὰρ
ὅττι
κακοὶ
μὲν
ἀποίχονται
πολέμοιο
,
ὃς
δέ
κʼ
ἀριστεύῃσι
μάχῃ
ἔνι
τὸν
δὲ
μάλα
χρεὼ
ἑστάμεναι
κρατερῶς
,
ἤ
τʼ
ἔβλητʼ
ἤ
τʼ
ἔβαλʼ
ἄλλον
.
410
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.