ὣς
οἳ
μὲν
πονέοντο
κατὰ
κρατερὴν
ὑσμίνην
·
Τληπόλεμον
δʼ
Ἡρακλεΐδην
ἠΰν
τε
μέγαν
τε
ὦρσεν
ἐπʼ
ἀντιθέῳ
Σαρπηδόνι
μοῖρα
κραταιή
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
630
υἱός
θʼ
υἱωνός
τε
Διὸς
νεφεληγερέταο
,
τὸν
καὶ
Τληπόλεμος
πρότερος
πρὸς
μῦθον
ἔειπε
·
Σαρπῆδον
Λυκίων
βουληφόρε
,
τίς
τοι
ἀνάγκη
πτώσσειν
ἐνθάδʼ
ἐόντι
μάχης
ἀδαήμονι
φωτί
;
ψευδόμενοι
δέ
σέ
φασι
Διὸς
γόνον
αἰγιόχοιο
635
εἶναι
,
ἐπεὶ
πολλὸν
κείνων
ἐπιδεύεαι
ἀνδρῶν
οἳ
Διὸς
ἐξεγένοντο
ἐπὶ
προτέρων
ἀνθρώπων
·
ἀλλʼ
οἷόν
τινά
φασι
βίην
Ἡρακληείην
εἶναι
,
ἐμὸν
πατέρα
θρασυμέμνονα
θυμολέοντα
·
ὅς
ποτε
δεῦρʼ
ἐλθὼν
ἕνεχʼ
ἵππων
Λαομέδοντος
640
ἓξ
οἴῃς
σὺν
νηυσὶ
καὶ
ἀνδράσι
παυροτέροισιν
Ἰλίου
ἐξαλάπαξε
πόλιν
,
χήρωσε
δʼ
ἀγυιάς
·
σοὶ
δὲ
κακὸς
μὲν
θυμός
,
ἀποφθινύθουσι
δὲ
λαοί
.
οὐδέ
τί
σε
Τρώεσσιν
ὀΐομαι
ἄλκαρ
ἔσεσθαι
ἐλθόντʼ
ἐκ
Λυκίης
,
οὐδʼ
εἰ
μάλα
καρτερός
ἐσσι
,
645
ἀλλʼ
ὑπʼ
ἐμοὶ
δμηθέντα
πύλας
Ἀΐδαο
περήσειν
.
τὸν
δʼ
αὖ
Σαρπηδὼν
Λυκίων
ἀγὸς
ἀντίον
ηὔδα
·
Τληπόλεμʼ
ἤτοι
κεῖνος
ἀπώλεσεν
Ἴλιον
ἱρὴν
ἀνέρος
ἀφραδίῃσιν
ἀγαυοῦ
Λαομέδοντος
,
ὅς
ῥά
μιν
εὖ
ἕρξαντα
κακῷ
ἠνίπαπε
μύθῳ
,
650
οὐδʼ
ἀπέδωχʼ
ἵππους
,
ὧν
εἵνεκα
τηλόθεν
ἦλθε
.
σοὶ
δʼ
ἐγὼ
ἐνθάδε
φημὶ
φόνον
καὶ
κῆρα
μέλαιναν
ἐξ
ἐμέθεν
τεύξεσθαι
,
ἐμῷ
δʼ
ὑπὸ
δουρὶ
δαμέντα
εὖχος
ἐμοὶ
δώσειν
,
ψυχὴν
δʼ
Ἄϊδι
κλυτοπώλῳ
.
ὣς
φάτο
Σαρπηδών
,
ὃ
δʼ
ἀνέσχετο
μείλινον
ἔγχος
655
Τληπόλεμος
·
καὶ
τῶν
μὲν
ἁμαρτῇ
δούρατα
μακρὰ
ἐκ
χειρῶν
ἤϊξαν
·
ὃ
μὲν
βάλεν
αὐχένα
μέσσον
Σαρπηδών
,
αἰχμὴ
δὲ
διαμπερὲς
ἦλθʼ
ἀλεγεινή
·
τὸν
δὲ
κατʼ
ὀφθαλμῶν
ἐρεβεννὴ
νὺξ
ἐκάλυψε
.
Τληπόλεμος
δʼ
ἄρα
μηρὸν
ἀριστερὸν
ἔγχεϊ
μακρῷ
660
βεβλήκειν
,
αἰχμὴ
δὲ
διέσσυτο
μαιμώωσα
ὀστέω
ἐγχριμφθεῖσα
,
πατὴρ
δʼ
ἔτι
λοιγὸν
ἄμυνεν
.
οἳ
μὲν
ἄρʼ
ἀντίθεον
Σαρπηδόνα
δῖοι
ἑταῖροι
ἐξέφερον
πολέμοιο
·
βάρυνε
δέ
μιν
δόρυ
μακρὸν
ἑλκόμενον
·
τὸ
μὲν
οὔ
τις
ἐπεφράσατʼ
οὐδὲ
νόησε
665
μηροῦ
ἐξερύσαι
δόρυ
μείλινον
ὄφρʼ
ἐπιβαίη
σπευδόντων
·
τοῖον
γὰρ
ἔχον
πόνον
ἀμφιέποντες
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.