Νέστορα
δʼ
οὐκ
ἔλαθεν
ἰαχὴ
πίνοντά
περ
ἔμπης
,
1
ἀλλʼ
Ἀσκληπιάδην
ἔπεα
πτερόεντα
προσηύδα
·
φράζεο
δῖε
Μαχᾶον
ὅπως
ἔσται
τάδε
ἔργα
·
μείζων
δὴ
παρὰ
νηυσὶ
βοὴ
θαλερῶν
αἰζηῶν
.
ἀλλὰ
σὺ
μὲν
νῦν
πῖνε
καθήμενος
αἴθοπα
οἶνον
5
εἰς
ὅ
κε
θερμὰ
λοετρὰ
ἐϋπλόκαμος
Ἑκαμήδη
θερμήνῃ
καὶ
λούσῃ
ἄπο
βρότον
αἱματόεντα
·
αὐτὰρ
ἐγὼν
ἐλθὼν
τάχα
εἴσομαι
ἐς
περιωπήν
.
ὣς
εἰπὼν
σάκος
εἷλε
τετυγμένον
υἷος
ἑοῖο
κείμενον
ἐν
κλισίῃ
Θρασυμήδεος
ἱπποδάμοιο
10
χαλκῷ
παμφαῖνον
·
ὃ
δʼ
ἔχʼ
ἀσπίδα
πατρὸς
ἑοῖο
.
εἵλετο
δʼ
ἄλκιμον
ἔγχος
ἀκαχμένον
ὀξέϊ
χαλκῷ
,
στῆ
δʼ
ἐκτὸς
κλισίης
,
τάχα
δʼ
εἴσιδεν
ἔργον
ἀεικὲς
τοὺς
μὲν
ὀρινομένους
,
τοὺς
δὲ
κλονέοντας
ὄπισθε
Τρῶας
ὑπερθύμους
·
ἐρέριπτο
δὲ
τεῖχος
Ἀχαιῶν
.
15
ὡς
δʼ
ὅτε
πορφύρῃ
πέλαγος
μέγα
κύματι
κωφῷ
ὀσσόμενον
λιγέων
ἀνέμων
λαιψηρὰ
κέλευθα
αὔτως
,
οὐδʼ
ἄρα
τε
προκυλίνδεται
οὐδετέρωσε
,
πρίν
τινα
κεκριμένον
καταβήμεναι
ἐκ
Διὸς
οὖρον
,
ὣς
ὃ
γέρων
ὅρμαινε
δαϊζόμενος
κατὰ
θυμὸν
20
διχθάδιʼ
,
ἢ
μεθʼ
ὅμιλον
ἴοι
Δαναῶν
ταχυπώλων
,
ἦε
μετʼ
Ἀτρεΐδην
Ἀγαμέμνονα
ποιμένα
λαῶν
.
ὧδε
δέ
οἱ
φρονέοντι
δοάσσατο
κέρδιον
εἶναι
βῆναι
ἐπʼ
Ἀτρεΐδην
.
οἳ
δʼ
ἀλλήλους
ἐνάριζον
μαρνάμενοι
·
λάκε
δέ
σφι
περὶ
χροῒ
χαλκὸς
ἀτειρὴς
25
νυσσομένων
ξίφεσίν
τε
καὶ
ἔγχεσιν
ἀμφιγύοισι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.