ἔνθα
δʼ
ἀνὴρ
ἕλεν
ἄνδρα
κεδασθείσης
ὑσμίνης
ἡγεμόνων
.
πρῶτος
δὲ
Μενοιτίου
ἄλκιμος
υἱὸς
αὐτίκʼ
ἄρα
στρεφθέντος
Ἀρηϊλύκου
βάλε
μηρὸν
ἔγχεϊ
ὀξυόεντι
,
διὰ
πρὸ
δὲ
χαλκὸν
ἔλασσε
·
ῥῆξεν
δʼ
ὀστέον
ἔγχος
,
ὃ
δὲ
πρηνὴς
ἐπὶ
γαίῃ
310
κάππεσʼ
·
ἀτὰρ
Μενέλαος
ἀρήϊος
οὖτα
Θόαντα
στέρνον
γυμνωθέντα
παρʼ
ἀσπίδα
,
λῦσε
δὲ
γυῖα
.
Φυλεΐδης
δʼ
Ἄμφικλον
ἐφορμηθέντα
δοκεύσας
ἔφθη
ὀρεξάμενος
πρυμνὸν
σκέλος
,
ἔνθα
πάχιστος
μυὼν
ἀνθρώπου
πέλεται
·
περὶ
δʼ
ἔγχεος
αἰχμῇ
315
νεῦρα
διεσχίσθη
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψε
.
Νεστορίδαι
δʼ
ὃ
μὲν
οὔτασʼ
Ἀτύμνιον
ὀξέϊ
δουρὶ
Ἀντίλοχος
,
λαπάρης
δὲ
διήλασε
χάλκεον
ἔγχος
·
ἤριπε
δὲ
προπάροιθε
.
Μάρις
δʼ
αὐτοσχεδὰ
δουρὶ
Ἀντιλόχῳ
ἐπόρουσε
κασιγνήτοιο
χολωθεὶς
320
στὰς
πρόσθεν
νέκυος
·
τοῦ
δʼ
ἀντίθεος
Θρασυμήδης
ἔφθη
ὀρεξάμενος
πρὶν
οὐτάσαι
,
οὐδʼ
ἀφάμαρτεν
,
ὦμον
ἄφαρ
·
πρυμνὸν
δὲ
βραχίονα
δουρὸς
ἀκωκὴ
δρύψʼ
ἀπὸ
μυώνων
,
ἀπὸ
δʼ
ὀστέον
ἄχρις
ἄραξε
·
δούπησεν
δὲ
πεσών
,
κατὰ
δὲ
σκότος
ὄσσε
κάλυψεν
.
325
ὣς
τὼ
μὲν
δοιοῖσι
κασιγνήτοισι
δαμέντε
βήτην
εἰς
Ἔρεβος
Σαρπηδόνος
ἐσθλοὶ
ἑταῖροι
υἷες
ἀκοντισταὶ
Ἀμισωδάρου
,
ὅς
ῥα
Χίμαιραν
θρέψεν
ἀμαιμακέτην
πολέσιν
κακὸν
ἀνθρώποισιν
.
Αἴας
δὲ
Κλεόβουλον
Ὀϊλιάδης
ἐπορούσας
330
ζωὸν
ἕλε
βλαφθέντα
κατὰ
κλόνον
·
ἀλλά
οἱ
αὖθι
λῦσε
μένος
πλήξας
ξίφει
αὐχένα
κωπήεντι
.
πᾶν
δʼ
ὑπεθερμάνθη
ξίφος
αἵματι
·
τὸν
δὲ
κατʼ
ὄσσε
ἔλλαβε
πορφύρεος
θάνατος
καὶ
μοῖρα
κραταιή
.
Πηνέλεως
δὲ
Λύκων
τε
συνέδραμον
·
ἔγχεσι
μὲν
γὰρ
335
ἤμβροτον
ἀλλήλων
,
μέλεον
δʼ
ἠκόντισαν
ἄμφω
·
τὼ
δʼ
αὖτις
ξιφέεσσι
συνέδραμον
.
ἔνθα
Λύκων
μὲν
ἱπποκόμου
κόρυθος
φάλον
ἤλασεν
,
ἀμφὶ
δὲ
καυλὸν
φάσγανον
ἐρραίσθη
·
ὃ
δʼ
ὑπʼ
οὔατος
αὐχένα
θεῖνε
Πηνέλεως
,
πᾶν
δʼ
εἴσω
ἔδυ
ξίφος
,
ἔσχεθε
δʼ
οἶον
340
δέρμα
,
παρηέρθη
δὲ
κάρη
,
ὑπέλυντο
δὲ
γυῖα
.
Μηριόνης
δʼ
Ἀκάμαντα
κιχεὶς
ποσὶ
καρπαλίμοισι
νύξʼ
ἵππων
ἐπιβησόμενον
κατὰ
δεξιὸν
ὦμον
·
ἤριπε
δʼ
ἐξ
ὀχέων
,
κατὰ
δʼ
ὀφθαλμῶν
κέχυτʼ
ἀχλύς
.
Ἰδομενεὺς
δʼ
Ἐρύμαντα
κατὰ
στόμα
νηλέϊ
χαλκῷ
345
νύξε
·
τὸ
δʼ
ἀντικρὺ
δόρυ
χάλκεον
ἐξεπέρησε
νέρθεν
ὑπʼ
ἐγκεφάλοιο
,
κέασσε
δʼ
ἄρʼ
ὀστέα
λευκά
·
ἐκ
δʼ
ἐτίναχθεν
ὀδόντες
,
ἐνέπλησθεν
δέ
οἱ
ἄμφω
αἵματος
ὀφθαλμοί
·
τὸ
δʼ
ἀνὰ
στόμα
καὶ
κατὰ
ῥῖνας
πρῆσε
χανών
·
θανάτου
δὲ
μέλαν
νέφος
ἀμφεκάλυψεν
.
350
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.