οἵη
δʼ
ἐκ
νεφέων
ἐρεβεννὴ
φαίνεται
ἀὴρ
καύματος
ἐξ
ἀνέμοιο
δυσαέος
ὀρνυμένοιο
,
865
τοῖος
Τυδεΐδῃ
Διομήδεϊ
χάλκεος
Ἄρης
φαίνεθʼ
ὁμοῦ
νεφέεσσιν
ἰὼν
εἰς
οὐρανὸν
εὐρύν
.
καρπαλίμως
δʼ
ἵκανε
θεῶν
ἕδος
αἰπὺν
Ὄλυμπον
,
πὰρ
δὲ
Διὶ
Κρονίωνι
καθέζετο
θυμὸν
ἀχεύων
,
δεῖξεν
δʼ
ἄμβροτον
αἷμα
καταρρέον
ἐξ
ὠτειλῆς
,
870
καί
ῥʼ
ὀλοφυρόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Ζεῦ
πάτερ
οὐ
νεμεσίζῃ
ὁρῶν
τάδε
καρτερὰ
ἔργα
;
αἰεί
τοι
ῥίγιστα
θεοὶ
τετληότες
εἰμὲν
ἀλλήλων
ἰότητι
,
χάριν
ἄνδρεσσι
φέροντες
.
σοὶ
πάντες
μαχόμεσθα
·
σὺ
γὰρ
τέκες
ἄφρονα
κούρην
875
οὐλομένην
,
ᾗ
τʼ
αἰὲν
ἀήσυλα
ἔργα
μέμηλεν
.
ἄλλοι
μὲν
γὰρ
πάντες
ὅσοι
θεοί
εἰσʼ
ἐν
Ὀλύμπῳ
σοί
τʼ
ἐπιπείθονται
καὶ
δεδμήμεσθα
ἕκαστος
·
ταύτην
δʼ
οὔτʼ
ἔπεϊ
προτιβάλλεαι
οὔτέ
τι
ἔργῳ
,
ἀλλʼ
ἀνιεῖς
,
ἐπεὶ
αὐτὸς
ἐγείναο
παῖδʼ
ἀΐδηλον
·
880
ἣ
νῦν
Τυδέος
υἱὸν
ὑπερφίαλον
Διομήδεα
μαργαίνειν
ἀνέηκεν
ἐπʼ
ἀθανάτοισι
θεοῖσι
.
Κύπριδα
μὲν
πρῶτον
σχεδὸν
οὔτασε
χεῖρʼ
ἐπὶ
καρπῷ
,
αὐτὰρ
ἔπειτʼ
αὐτῷ
μοι
ἐπέσσυτο
δαίμονι
ἶσος
·
ἀλλά
μʼ
ὑπήνεικαν
ταχέες
πόδες
·
ἦ
τέ
κε
δηρὸν
885
αὐτοῦ
πήματʼ
ἔπασχον
ἐν
αἰνῇσιν
νεκάδεσσιν
,
ἤ
κε
ζὼς
ἀμενηνὸς
ἔα
χαλκοῖο
τυπῇσι
.
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
νεφεληγερέτα
Ζεύς
.
μή
τί
μοι
ἀλλοπρόσαλλε
παρεζόμενος
μινύριζε
.
ἔχθιστος
δέ
μοί
ἐσσι
θεῶν
οἳ
Ὄλυμπον
ἔχουσιν
·
890
αἰεὶ
γάρ
τοι
ἔρις
τε
φίλη
πόλεμοί
τε
μάχαι
τε
.
μητρός
τοι
μένος
ἐστὶν
ἀάσχετον
οὐκ
ἐπιεικτὸν
Ἥρης
·
τὴν
μὲν
ἐγὼ
σπουδῇ
δάμνημʼ
ἐπέεσσι
·
τώ
σʼ
ὀΐω
κείνης
τάδε
πάσχειν
ἐννεσίῃσιν
.
ἀλλʼ
οὐ
μάν
σʼ
ἔτι
δηρὸν
ἀνέξομαι
ἄλγεʼ
ἔχοντα
·
895
ἐκ
γὰρ
ἐμεῦ
γένος
ἐσσί
,
ἐμοὶ
δέ
σε
γείνατο
μήτηρ
·
εἰ
δέ
τευ
ἐξ
ἄλλου
γε
θεῶν
γένευ
ὧδʼ
ἀΐδηλος
καί
κεν
δὴ
πάλαι
ἦσθα
ἐνέρτερος
Οὐρανιώνων
.
ὣς
φάτο
,
καὶ
Παιήονʼ
ἀνώγειν
ἰήσασθαι
.
τῷ
δʼ
ἐπὶ
Παιήων
ὀδυνήφατα
φάρμακα
πάσσων
900
ἠκέσατʼ
·
οὐ
μὲν
γάρ
τι
καταθνητός
γʼ
ἐτέτυκτο
.
ὡς
δʼ
ὅτʼ
ὀπὸς
γάλα
λευκὸν
ἐπειγόμενος
συνέπηξεν
ὑγρὸν
ἐόν
,
μάλα
δʼ
ὦκα
περιτρέφεται
κυκόωντι
,
ὣς
ἄρα
καρπαλίμως
ἰήσατο
θοῦρον
Ἄρηα
.
τὸν
δʼ
Ἥβη
λοῦσεν
,
χαρίεντα
δὲ
εἵματα
ἕσσε
·
905
πὰρ
δὲ
Διὶ
Κρονίωνι
καθέζετο
κύδεϊ
γαίων
.
αἳ
δʼ
αὖτις
πρὸς
δῶμα
Διὸς
μεγάλοιο
νέοντο
Ἥρη
τʼ
Ἀργείη
καὶ
Ἀλαλκομενηῒς
Ἀθήνη
παύσασαι
βροτολοιγὸν
Ἄρηʼ
ἀνδροκτασιάων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.