τὴν
δʼ
ἀπαμειβόμενος
προσεφώνεε
νήδυμος
Ὕπνος
·
Ἥρη
πρέσβα
θεὰ
θύγατερ
μεγάλοιο
Κρόνοιο
ἄλλον
μέν
κεν
ἔγωγε
θεῶν
αἰειγενετάων
ῥεῖα
κατευνήσαιμι
,
καὶ
ἂν
ποταμοῖο
ῥέεθρα
245
Ὠκεανοῦ
,
ὅς
περ
γένεσις
πάντεσσι
τέτυκται
·
Ζηνὸς
δʼ
οὐκ
ἂν
ἔγωγε
Κρονίονος
ἆσσον
ἱκοίμην
οὐδὲ
κατευνήσαιμʼ
,
ὅτε
μὴ
αὐτός
γε
κελεύοι
.
ἤδη
γάρ
με
καὶ
ἄλλο
τεὴ
ἐπίνυσσεν
ἐφετμὴ
ἤματι
τῷ
ὅτε
κεῖνος
ὑπέρθυμος
Διὸς
υἱὸς
250
ἔπλεεν
Ἰλιόθεν
Τρώων
πόλιν
ἐξαλαπάξας
.
ἤτοι
ἐγὼ
μὲν
ἔλεξα
Διὸς
νόον
αἰγιόχοιο
νήδυμος
ἀμφιχυθείς
·
σὺ
δέ
οἱ
κακὰ
μήσαο
θυμῷ
ὄρσασʼ
ἀργαλέων
ἀνέμων
ἐπὶ
πόντον
ἀήτας
,
καί
μιν
ἔπειτα
Κόων
δʼ
εὖ
ναιομένην
ἀπένεικας
255
νόσφι
φίλων
πάντων
.
ὃ
δʼ
ἐπεγρόμενος
χαλέπαινε
ῥιπτάζων
κατὰ
δῶμα
θεούς
,
ἐμὲ
δʼ
ἔξοχα
πάντων
ζήτει
·
καί
κέ
μʼ
ἄϊστον
ἀπʼ
αἰθέρος
ἔμβαλε
πόντῳ
,
εἰ
μὴ
Νὺξ
δμήτειρα
θεῶν
ἐσάωσε
καὶ
ἀνδρῶν
·
τὴν
ἱκόμην
φεύγων
,
ὃ
δʼ
ἐπαύσατο
χωόμενός
περ
.
260
ἅζετο
γὰρ
μὴ
Νυκτὶ
θοῇ
ἀποθύμια
ἕρδοι
.
νῦν
αὖ
τοῦτό
μʼ
ἄνωγας
ἀμήχανον
ἄλλο
τελέσσαι
.
τὸν
δʼ
αὖτε
προσέειπε
βοῶπις
πότνια
Ἥρη
·
Ὕπνε
τί
ἢ
δὲ
σὺ
ταῦτα
μετὰ
φρεσὶ
σῇσι
μενοινᾷς
;
ἦ
φῂς
ὣς
Τρώεσσιν
ἀρηξέμεν
εὐρύοπα
Ζῆν
265
ὡς
Ἡρακλῆος
περιχώσατο
παῖδος
ἑοῖο
;
ἀλλʼ
ἴθʼ
,
ἐγὼ
δέ
κέ
τοι
Χαρίτων
μίαν
ὁπλοτεράων
δώσω
ὀπυιέμεναι
καὶ
σὴν
κεκλῆσθαι
ἄκοιτιν
.
ὣς
φάτο
,
χήρατο
δʼ
Ὕπνος
,
ἀμειβόμενος
δὲ
προσηύδα
·
270
ἄγρει
νῦν
μοι
ὄμοσσον
ἀάατον
Στυγὸς
ὕδωρ
,
χειρὶ
δὲ
τῇ
ἑτέρῃ
μὲν
ἕλε
χθόνα
πουλυβότειραν
,
τῇ
δʼ
ἑτέρῃ
ἅλα
μαρμαρέην
,
ἵνα
νῶϊν
ἅπαντες
μάρτυροι
ὦσʼ
οἳ
ἔνερθε
θεοὶ
Κρόνον
ἀμφὶς
ἐόντες
,
ἦ
μὲν
ἐμοὶ
δώσειν
Χαρίτων
μίαν
ὁπλοτεράων
275
Πασιθέην
,
ἧς
τʼ
αὐτὸς
ἐέλδομαι
ἤματα
πάντα
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
θεὰ
λευκώλενος
Ἥρη
,
ὄμνυε
δʼ
ὡς
ἐκέλευε
,
θεοὺς
δʼ
ὀνόμηνεν
ἅπαντας
τοὺς
ὑποταρταρίους
οἳ
Τιτῆνες
καλέονται
.
αὐτὰρ
ἐπεί
ῥʼ
ὄμοσέν
τε
τελεύτησέν
τε
τὸν
ὅρκον
,
280
τὼ
βήτην
Λήμνου
τε
καὶ
Ἴμβρου
ἄστυ
λιπόντε
ἠέρα
ἑσσαμένω
ῥίμφα
πρήσσοντε
κέλευθον
.
Ἴδην
δʼ
ἱκέσθην
πολυπίδακα
μητέρα
θηρῶν
Λεκτόν
,
ὅθι
πρῶτον
λιπέτην
ἅλα
·
τὼ
δʼ
ἐπὶ
χέρσου
βήτην
,
ἀκροτάτη
δὲ
ποδῶν
ὕπο
σείετο
ὕλη
.
285
ἔνθʼ
Ὕπνος
μὲν
ἔμεινε
πάρος
Διὸς
ὄσσε
ἰδέσθαι
εἰς
ἐλάτην
ἀναβὰς
περιμήκετον
,
ἣ
τότʼ
ἐν
Ἴδῃ
μακροτάτη
πεφυυῖα
διʼ
ἠέρος
αἰθέρʼ
ἵκανεν
·
ἔνθʼ
ἧστʼ
ὄζοισιν
πεπυκασμένος
εἰλατίνοισιν
ὄρνιθι
λιγυρῇ
ἐναλίγκιος
,
ἥν
τʼ
ἐν
ὄρεσσι
290
χαλκίδα
κικλήσκουσι
θεοί
,
ἄνδρες
δὲ
κύμινδιν
.
Ἥρη
δὲ
κραιπνῶς
προσεβήσετο
Γάργαρον
ἄκρον
Ἴδης
ὑψηλῆς
·
ἴδε
δὲ
νεφεληγερέτα
Ζεύς
.
ὡς
δʼ
ἴδεν
,
ὥς
μιν
ἔρως
πυκινὰς
φρένας
ἀμφεκάλυψεν
,
οἷον
ὅτε
πρῶτόν
περ
ἐμισγέσθην
φιλότητι
295
εἰς
εὐνὴν
φοιτῶντε
,
φίλους
λήθοντε
τοκῆας
.
στῆ
δʼ
αὐτῆς
προπάροιθεν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
Ἥρη
πῇ
μεμαυῖα
κατʼ
Οὐλύμπου
τόδʼ
ἱκάνεις
;
ἵπποι
δʼ
οὐ
παρέασι
καὶ
ἅρματα
τῶν
κʼ
ἐπιβαίης
.
τὸν
δὲ
δολοφρονέουσα
προσηύδα
πότνια
Ἥρη
·
300
ἔρχομαι
ὀψομένη
πολυφόρβου
πείρατα
γαίης
,
Ὠκεανόν
τε
θεῶν
γένεσιν
καὶ
μητέρα
Τηθύν
,
οἵ
με
σφοῖσι
δόμοισιν
ἐῢ
τρέφον
ἠδʼ
ἀτίταλλον
·
τοὺς
εἶμʼ
ὀψομένη
,
καί
σφʼ
ἄκριτα
νείκεα
λύσω
·
ἤδη
γὰρ
δηρὸν
χρόνον
ἀλλήλων
ἀπέχονται
305
εὐνῆς
καὶ
φιλότητος
,
ἐπεὶ
χόλος
ἔμπεσε
θυμῷ
.
ἵπποι
δʼ
ἐν
πρυμνωρείῃ
πολυπίδακος
Ἴδης
ἑστᾶσʼ
,
οἵ
μʼ
οἴσουσιν
ἐπὶ
τραφερήν
τε
καὶ
ὑγρήν
.
νῦν
δὲ
σεῦ
εἵνεκα
δεῦρο
κατʼ
Οὐλύμπου
τόδʼ
ἱκάνω
,
μή
πώς
μοι
μετέπειτα
χολώσεαι
,
αἴ
κε
σιωπῇ
310
οἴχωμαι
πρὸς
δῶμα
βαθυρρόου
Ὠκεανοῖο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.