οἳ
δʼ
ὅτε
δή
ῥʼ
ἐς
χῶρον
ἕνα
ξυνιόντες
ἵκοντο
,
σύν
ῥʼ
ἔβαλον
ῥινούς
,
σὺν
δʼ
ἔγχεα
καὶ
μένεʼ
ἀνδρῶν
χαλκεοθωρήκων
·
ἀτὰρ
ἀσπίδες
ὀμφαλόεσσαι
ἔπληντʼ
ἀλλήλῃσι
,
πολὺς
δʼ
ὀρυμαγδὸς
ὀρώρει
.
ἔνθα
δʼ
ἅμʼ
οἰμωγή
τε
καὶ
εὐχωλὴ
πέλεν
ἀνδρῶν
450
ὀλλύντων
τε
καὶ
ὀλλυμένων
,
ῥέε
δʼ
αἵματι
γαῖα
.
ὡς
δʼ
ὅτε
χείμαρροι
ποταμοὶ
κατʼ
ὄρεσφι
ῥέοντες
ἐς
μισγάγκειαν
συμβάλλετον
ὄβριμον
ὕδωρ
κρουνῶν
ἐκ
μεγάλων
κοίλης
ἔντοσθε
χαράδρης
,
τῶν
δέ
τε
τηλόσε
δοῦπον
ἐν
οὔρεσιν
ἔκλυε
ποιμήν
·
455
ὣς
τῶν
μισγομένων
γένετο
ἰαχή
τε
πόνος
τε
.
πρῶτος
δʼ
Ἀντίλοχος
Τρώων
ἕλεν
ἄνδρα
κορυστὴν
ἐσθλὸν
ἐνὶ
προμάχοισι
Θαλυσιάδην
Ἐχέπωλον
·
τόν
ῥʼ
ἔβαλε
πρῶτος
κόρυθος
φάλον
ἱπποδασείης
,
ἐν
δὲ
μετώπῳ
πῆξε
,
πέρησε
δʼ
ἄρʼ
ὀστέον
εἴσω
460
αἰχμὴ
χαλκείη
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψεν
,
ἤριπε
δʼ
ὡς
ὅτε
πύργος
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
.
τὸν
δὲ
πεσόντα
ποδῶν
ἔλαβε
κρείων
Ἐλεφήνωρ
Χαλκωδοντιάδης
μεγαθύμων
ἀρχὸς
Ἀβάντων
,
ἕλκε
δʼ
ὑπʼ
ἐκ
βελέων
,
λελιημένος
ὄφρα
τάχιστα
465
τεύχεα
συλήσειε
·
μίνυνθα
δέ
οἱ
γένεθʼ
ὁρμή
.
νεκρὸν
γὰρ
ἐρύοντα
ἰδὼν
μεγάθυμος
Ἀγήνωρ
πλευρά
,
τά
οἱ
κύψαντι
παρʼ
ἀσπίδος
ἐξεφαάνθη
,
οὔτησε
ξυστῷ
χαλκήρεϊ
,
λῦσε
δὲ
γυῖα
.
ὣς
τὸν
μὲν
λίπε
θυμός
,
ἐπʼ
αὐτῷ
δʼ
ἔργον
ἐτύχθη
470
ἀργαλέον
Τρώων
καὶ
Ἀχαιῶν
·
οἳ
δὲ
λύκοι
ὣς
ἀλλήλοις
ἐπόρουσαν
,
ἀνὴρ
δʼ
ἄνδρʼ
ἐδνοπάλιζεν
.
ἔνθʼ
ἔβαλʼ
Ἀνθεμίωνος
υἱὸν
Τελαμώνιος
Αἴας
ἠΐθεον
θαλερὸν
Σιμοείσιον
,
ὅν
ποτε
μήτηρ
Ἴδηθεν
κατιοῦσα
παρʼ
ὄχθῃσιν
Σιμόεντος
475
γείνατʼ
,
ἐπεί
ῥα
τοκεῦσιν
ἅμʼ
ἕσπετο
μῆλα
ἰδέσθαι
·
τοὔνεκά
μιν
κάλεον
Σιμοείσιον
·
οὐδὲ
τοκεῦσι
θρέπτρα
φίλοις
ἀπέδωκε
,
μινυνθάδιος
δέ
οἱ
αἰὼν
ἔπλεθʼ
ὑπʼ
Αἴαντος
μεγαθύμου
δουρὶ
δαμέντι
.
πρῶτον
γάρ
μιν
ἰόντα
βάλε
στῆθος
παρὰ
μαζὸν
480
δεξιόν
·
ἀντικρὺ
δὲ
διʼ
ὤμου
χάλκεον
ἔγχος
ἦλθεν
·
ὁ
δʼ
ἐν
κονίῃσι
χαμαὶ
πέσεν
αἴγειρος
ὣς
ἥ
ῥά
τʼ
ἐν
εἱαμενῇ
ἕλεος
μεγάλοιο
πεφύκει
λείη
,
ἀτάρ
τέ
οἱ
ὄζοι
ἐπʼ
ἀκροτάτῃ
πεφύασι
·
τὴν
μέν
θʼ
ἁρματοπηγὸς
ἀνὴρ
αἴθωνι
σιδήρῳ
485
ἐξέταμʼ
,
ὄφρα
ἴτυν
κάμψῃ
περικαλλέϊ
δίφρῳ
·
ἣ
μέν
τʼ
ἀζομένη
κεῖται
ποταμοῖο
παρʼ
ὄχθας
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.