Ἄδρηστον
δʼ
ἄρʼ
ἔπειτα
βοὴν
ἀγαθὸς
Μενέλαος
ζωὸν
ἕλʼ
·
ἵππω
γάρ
οἱ
ἀτυζομένω
πεδίοιο
ὄζῳ
ἔνι
βλαφθέντε
μυρικίνῳ
ἀγκύλον
ἅρμα
ἄξαντʼ
ἐν
πρώτῳ
ῥυμῷ
αὐτὼ
μὲν
ἐβήτην
40
πρὸς
πόλιν
,
ᾗ
περ
οἱ
ἄλλοι
ἀτυζόμενοι
φοβέοντο
,
αὐτὸς
δʼ
ἐκ
δίφροιο
παρὰ
τροχὸν
ἐξεκυλίσθη
πρηνὴς
ἐν
κονίῃσιν
ἐπὶ
στόμα
·
πὰρ
δέ
οἱ
ἔστη
Ἀτρεΐδης
Μενέλαος
ἔχων
δολιχόσκιον
ἔγχος
.
Ἄδρηστος
δʼ
ἄρʼ
ἔπειτα
λαβὼν
ἐλίσσετο
γούνων
·
45
ζώγρει
Ἀτρέος
υἱέ
,
σὺ
δʼ
ἄξια
δέξαι
ἄποινα
·
πολλὰ
δʼ
ἐν
ἀφνειοῦ
πατρὸς
κειμήλια
κεῖται
χαλκός
τε
χρυσός
τε
πολύκμητός
τε
σίδηρος
,
τῶν
κέν
τοι
χαρίσαιτο
πατὴρ
ἀπερείσιʼ
ἄποινα
εἴ
κεν
ἐμὲ
ζωὸν
πεπύθοιτʼ
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
.
50
ὣς
φάτο
,
τῷ
δʼ
ἄρα
θυμὸν
ἐνὶ
στήθεσσιν
ἔπειθε
·
καὶ
δή
μιν
τάχʼ
ἔμελλε
θοὰς
ἐπὶ
νῆας
Ἀχαιῶν
δώσειν
ᾧ
θεράποντι
καταξέμεν
·
ἀλλʼ
Ἀγαμέμνων
ἀντίος
ἦλθε
θέων
,
καὶ
ὁμοκλήσας
ἔπος
ηὔδα
·
ὦ
πέπον
ὦ
Μενέλαε
,
τί
ἢ
δὲ
σὺ
κήδεαι
οὕτως
55
ἀνδρῶν
;
ἦ
σοὶ
ἄριστα
πεποίηται
κατὰ
οἶκον
πρὸς
Τρώων
;
τῶν
μή
τις
ὑπεκφύγοι
αἰπὺν
ὄλεθρον
χεῖράς
θʼ
ἡμετέρας
,
μηδʼ
ὅν
τινα
γαστέρι
μήτηρ
κοῦρον
ἐόντα
φέροι
,
μηδʼ
ὃς
φύγοι
,
ἀλλʼ
ἅμα
πάντες
Ἰλίου
ἐξαπολοίατʼ
ἀκήδεστοι
καὶ
ἄφαντοι
.
60
ὣς
εἰπὼν
ἔτρεψεν
ἀδελφειοῦ
φρένας
ἥρως
αἴσιμα
παρειπών
·
ὃ
δʼ
ἀπὸ
ἕθεν
ὤσατο
χειρὶ
ἥρωʼ
Ἄδρηστον
·
τὸν
δὲ
κρείων
Ἀγαμέμνων
οὖτα
κατὰ
λαπάρην
·
ὃ
δʼ
ἀνετράπετʼ
,
Ἀτρεΐδης
δὲ
λὰξ
ἐν
στήθεσι
βὰς
ἐξέσπασε
μείλινον
ἔγχος
.
65
Νέστωρ
δʼ
Ἀργείοισιν
ἐκέκλετο
μακρὸν
ἀΰσας
·
ὦ
φίλοι
ἥρωες
Δαναοὶ
θεράποντες
Ἄρηος
μή
τις
νῦν
ἐνάρων
ἐπιβαλλόμενος
μετόπισθε
μιμνέτω
ὥς
κε
πλεῖστα
φέρων
ἐπὶ
νῆας
ἵκηται
,
ἀλλʼ
ἄνδρας
κτείνωμεν
·
ἔπειτα
δὲ
καὶ
τὰ
ἕκηλοι
70
νεκροὺς
ἂμ
πεδίον
συλήσετε
τεθνηῶτας
.
ὣς
εἰπὼν
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
.
ἔνθά
κεν
αὖτε
Τρῶες
ἀρηϊφίλων
ὑπʼ
Ἀχαιῶν
Ἴλιον
εἰσανέβησαν
ἀναλκείῃσι
δαμέντες
,
εἰ
μὴ
ἄρʼ
Αἰνείᾳ
τε
καὶ
Ἕκτορι
εἶπε
παραστὰς
75
Πριαμίδης
Ἕλενος
οἰωνοπόλων
ὄχʼ
ἄριστος
·
Αἰνεία
τε
καὶ
Ἕκτορ
,
ἐπεὶ
πόνος
ὔμμι
μάλιστα
Τρώων
καὶ
Λυκίων
ἐγκέκλιται
,
οὕνεκʼ
ἄριστοι
πᾶσαν
ἐπʼ
ἰθύν
ἐστε
μάχεσθαί
τε
φρονέειν
τε
,
στῆτʼ
αὐτοῦ
,
καὶ
λαὸν
ἐρυκάκετε
πρὸ
πυλάων
80
πάντῃ
ἐποιχόμενοι
πρὶν
αὖτʼ
ἐν
χερσὶ
γυναικῶν
φεύγοντας
πεσέειν
,
δηΐοισι
δὲ
χάρμα
γενέσθαι
.
αὐτὰρ
ἐπεί
κε
φάλαγγας
ἐποτρύνητον
ἁπάσας
,
ἡμεῖς
μὲν
Δαναοῖσι
μαχησόμεθʼ
αὖθι
μένοντες
,
καὶ
μάλα
τειρόμενοί
περ
·
ἀναγκαίη
γὰρ
ἐπείγει
·
85
Ἕκτορ
ἀτὰρ
σὺ
πόλιν
δὲ
μετέρχεο
,
εἰπὲ
δʼ
ἔπειτα
μητέρι
σῇ
καὶ
ἐμῇ
·
ἣ
δὲ
ξυνάγουσα
γεραιὰς
νηὸν
Ἀθηναίης
γλαυκώπιδος
ἐν
πόλει
ἄκρῃ
οἴξασα
κληῗδι
θύρας
ἱεροῖο
δόμοιο
πέπλον
,
ὅς
οἱ
δοκέει
χαριέστατος
ἠδὲ
μέγιστος
90
εἶναι
ἐνὶ
μεγάρῳ
καί
οἱ
πολὺ
φίλτατος
αὐτῇ
,
θεῖναι
Ἀθηναίης
ἐπὶ
γούνασιν
ἠϋκόμοιο
,
καί
οἱ
ὑποσχέσθαι
δυοκαίδεκα
βοῦς
ἐνὶ
νηῷ
ἤνις
ἠκέστας
ἱερευσέμεν
,
αἴ
κʼ
ἐλεήσῃ
ἄστύ
τε
καὶ
Τρώων
ἀλόχους
καὶ
νήπια
τέκνα
,
95
ὥς
κεν
Τυδέος
υἱὸν
ἀπόσχῃ
Ἰλίου
ἱρῆς
ἄγριον
αἰχμητὴν
κρατερὸν
μήστωρα
φόβοιο
,
ὃν
δὴ
ἐγὼ
κάρτιστον
Ἀχαιῶν
φημι
γενέσθαι
.
οὐδʼ
Ἀχιλῆά
ποθʼ
ὧδέ
γʼ
ἐδείδιμεν
ὄρχαμον
ἀνδρῶν
,
ὅν
πέρ
φασι
θεᾶς
ἐξέμμεναι
·
ἀλλʼ
ὅδε
λίην
100
μαίνεται
,
οὐδέ
τίς
οἱ
δύναται
μένος
ἰσοφαρίζειν
.
ὣς
ἔφαθʼ
,
Ἕκτωρ
δʼ
οὔ
τι
κασιγνήτῳ
ἀπίθησεν
.
αὐτίκα
δʼ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
,
πάλλων
δʼ
ὀξέα
δοῦρα
κατὰ
στρατὸν
ᾤχετο
πάντῃ
ὀτρύνων
μαχέσασθαι
,
ἔγειρε
δὲ
φύλοπιν
αἰνήν
.
105
οἳ
δʼ
ἐλελίχθησαν
καὶ
ἐναντίοι
ἔσταν
Ἀχαιῶν
·
Ἀργεῖοι
δʼ
ὑπεχώρησαν
,
λῆξαν
δὲ
φόνοιο
,
φὰν
δέ
τινʼ
ἀθανάτων
ἐξ
οὐρανοῦ
ἀστερόεντος
Τρωσὶν
ἀλεξήσοντα
κατελθέμεν
,
ὡς
ἐλέλιχθεν
.
Ἕκτωρ
δὲ
Τρώεσσιν
ἐκέκλετο
μακρὸν
ἀΰσας
·
110
Τρῶες
ὑπέρθυμοι
τηλεκλειτοί
τʼ
ἐπίκουροι
ἀνέρες
ἔστε
φίλοι
,
μνήσασθε
δὲ
θούριδος
ἀλκῆς
,
ὄφρʼ
ἂν
ἐγὼ
βείω
προτὶ
Ἴλιον
,
ἠδὲ
γέρουσιν
εἴπω
βουλευτῇσι
καὶ
ἡμετέρῃς
ἀλόχοισι
δαίμοσιν
ἀρήσασθαι
,
ὑποσχέσθαι
δʼ
ἑκατόμβας
.
115
ὣς
ἄρα
φωνήσας
ἀπέβη
κορυθαίολος
Ἕκτωρ
·
ἀμφὶ
δέ
μιν
σφυρὰ
τύπτε
καὶ
αὐχένα
δέρμα
κελαινὸν
ἄντυξ
ἣ
πυμάτη
θέεν
ἀσπίδος
ὀμφαλοέσσης
.
Γλαῦκος
δʼ
Ἱππολόχοιο
πάϊς
καὶ
Τυδέος
υἱὸς
ἐς
μέσον
ἀμφοτέρων
συνίτην
μεμαῶτε
μάχεσθαι
.
120
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντε
,
τὸν
πρότερος
προσέειπε
βοὴν
ἀγαθὸς
Διομήδης
·
τίς
δὲ
σύ
ἐσσι
φέριστε
καταθνητῶν
ἀνθρώπων
;
οὐ
μὲν
γάρ
ποτʼ
ὄπωπα
μάχῃ
ἔνι
κυδιανείρῃ
τὸ
πρίν
·
ἀτὰρ
μὲν
νῦν
γε
πολὺ
προβέβηκας
ἁπάντων
125
σῷ
θάρσει
,
ὅ
τʼ
ἐμὸν
δολιχόσκιον
ἔγχος
ἔμεινας
·
δυστήνων
δέ
τε
παῖδες
ἐμῷ
μένει
ἀντιόωσιν
.
εἰ
δέ
τις
ἀθανάτων
γε
κατʼ
οὐρανοῦ
εἰλήλουθας
,
οὐκ
ἂν
ἔγωγε
θεοῖσιν
ἐπουρανίοισι
μαχοίμην
.
οὐδὲ
γὰρ
οὐδὲ
Δρύαντος
υἱὸς
κρατερὸς
Λυκόοργος
130
δὴν
ἦν
,
ὅς
ῥα
θεοῖσιν
ἐπουρανίοισιν
ἔριζεν
·
ὅς
ποτε
μαινομένοιο
Διωνύσοιο
τιθήνας
σεῦε
κατʼ
ἠγάθεον
Νυσήϊον
·
αἳ
δʼ
ἅμα
πᾶσαι
θύσθλα
χαμαὶ
κατέχευαν
ὑπʼ
ἀνδροφόνοιο
Λυκούργου
θεινόμεναι
βουπλῆγι
·
Διώνυσος
δὲ
φοβηθεὶς
135
δύσεθʼ
ἁλὸς
κατὰ
κῦμα
,
Θέτις
δʼ
ὑπεδέξατο
κόλπῳ
δειδιότα
·
κρατερὸς
γὰρ
ἔχε
τρόμος
ἀνδρὸς
ὁμοκλῇ
.
τῷ
μὲν
ἔπειτʼ
ὀδύσαντο
θεοὶ
ῥεῖα
ζώοντες
,
καί
μιν
τυφλὸν
ἔθηκε
Κρόνου
πάϊς
·
οὐδʼ
ἄρʼ
ἔτι
δὴν
ἦν
,
ἐπεὶ
ἀθανάτοισιν
ἀπήχθετο
πᾶσι
θεοῖσιν
·
140
οὐδʼ
ἂν
ἐγὼ
μακάρεσσι
θεοῖς
ἐθέλοιμι
μάχεσθαι
.
εἰ
δέ
τίς
ἐσσι
βροτῶν
οἳ
ἀρούρης
καρπὸν
ἔδουσιν
,
ἆσσον
ἴθʼ
ὥς
κεν
θᾶσσον
ὀλέθρου
πείραθʼ
ἵκηαι
.
τὸν
δʼ
αὖθʼ
Ἱππολόχοιο
προσηύδα
φαίδιμος
υἱός
·
Τυδεΐδη
μεγάθυμε
τί
ἢ
γενεὴν
ἐρεείνεις
;
145
οἵη
περ
φύλλων
γενεὴ
τοίη
δὲ
καὶ
ἀνδρῶν
.
φύλλα
τὰ
μέν
τʼ
ἄνεμος
χαμάδις
χέει
,
ἄλλα
δέ
θʼ
ὕλη
τηλεθόωσα
φύει
,
ἔαρος
δʼ
ἐπιγίγνεται
ὥρη
·
ὣς
ἀνδρῶν
γενεὴ
ἣ
μὲν
φύει
ἣ
δʼ
ἀπολήγει
.
εἰ
δʼ
ἐθέλεις
καὶ
ταῦτα
δαήμεναι
ὄφρʼ
ἐῢ
εἰδῇς
150
ἡμετέρην
γενεήν
,
πολλοὶ
δέ
μιν
ἄνδρες
ἴσασιν
·
ἔστι
πόλις
Ἐφύρη
μυχῷ
Ἄργεος
ἱπποβότοιο
,
ἔνθα
δὲ
Σίσυφος
ἔσκεν
,
ὃ
κέρδιστος
γένετʼ
ἀνδρῶν
,
Σίσυφος
Αἰολίδης
·
ὃ
δʼ
ἄρα
Γλαῦκον
τέκεθʼ
υἱόν
,
αὐτὰρ
Γλαῦκος
τίκτεν
ἀμύμονα
Βελλεροφόντην
·
155
τῷ
δὲ
θεοὶ
κάλλός
τε
καὶ
ἠνορέην
ἐρατεινὴν
ὤπασαν
·
αὐτάρ
οἱ
Προῖτος
κακὰ
μήσατο
θυμῷ
,
ὅς
ῥʼ
ἐκ
δήμου
ἔλασσεν
,
ἐπεὶ
πολὺ
φέρτερος
ἦεν
,
Ἀργείων
·
Ζεὺς
γάρ
οἱ
ὑπὸ
σκήπτρῳ
ἐδάμασσε
.
τῷ
δὲ
γυνὴ
Προίτου
ἐπεμήνατο
δῖʼ
Ἄντεια
160
κρυπταδίῃ
φιλότητι
μιγήμεναι
·
ἀλλὰ
τὸν
οὔ
τι
πεῖθʼ
ἀγαθὰ
φρονέοντα
δαΐφρονα
Βελλεροφόντην
.
ἣ
δὲ
ψευσαμένη
Προῖτον
βασιλῆα
προσηύδα
·
τεθναίης
ὦ
Προῖτʼ
,
ἢ
κάκτανε
Βελλεροφόντην
,
ὅς
μʼ
ἔθελεν
φιλότητι
μιγήμεναι
οὐκ
ἐθελούσῃ
.
165
ὣς
φάτο
,
τὸν
δὲ
ἄνακτα
χόλος
λάβεν
οἷον
ἄκουσε
·
κτεῖναι
μέν
ῥʼ
ἀλέεινε
,
σεβάσσατο
γὰρ
τό
γε
θυμῷ
,
πέμπε
δέ
μιν
Λυκίην
δέ
,
πόρεν
δʼ
ὅ
γε
σήματα
λυγρὰ
γράψας
ἐν
πίνακι
πτυκτῷ
θυμοφθόρα
πολλά
,
δεῖξαι
δʼ
ἠνώγειν
ᾧ
πενθερῷ
ὄφρʼ
ἀπόλοιτο
.
170
αὐτὰρ
ὁ
βῆ
Λυκίην
δὲ
θεῶν
ὑπʼ
ἀμύμονι
πομπῇ
.
ἀλλʼ
ὅτε
δὴ
Λυκίην
ἷξε
Ξάνθόν
τε
ῥέοντα
,
προφρονέως
μιν
τῖεν
ἄναξ
Λυκίης
εὐρείης
·
ἐννῆμαρ
ξείνισσε
καὶ
ἐννέα
βοῦς
ἱέρευσεν
.
ἀλλʼ
ὅτε
δὴ
δεκάτη
ἐφάνη
ῥοδοδάκτυλος
Ἠὼς
175
καὶ
τότε
μιν
ἐρέεινε
καὶ
ᾔτεε
σῆμα
ἰδέσθαι
ὅττί
ῥά
οἱ
γαμβροῖο
πάρα
Προίτοιο
φέροιτο
.
αὐτὰρ
ἐπεὶ
δὴ
σῆμα
κακὸν
παρεδέξατο
γαμβροῦ
,
πρῶτον
μέν
ῥα
Χίμαιραν
ἀμαιμακέτην
ἐκέλευσε
πεφνέμεν
·
ἣ
δʼ
ἄρʼ
ἔην
θεῖον
γένος
οὐδʼ
ἀνθρώπων
,
180
πρόσθε
λέων
,
ὄπιθεν
δὲ
δράκων
,
μέσση
δὲ
χίμαιρα
,
δεινὸν
ἀποπνείουσα
πυρὸς
μένος
αἰθομένοιο
,
καὶ
τὴν
μὲν
κατέπεφνε
θεῶν
τεράεσσι
πιθήσας
.
δεύτερον
αὖ
Σολύμοισι
μαχέσσατο
κυδαλίμοισι
·
καρτίστην
δὴ
τήν
γε
μάχην
φάτο
δύμεναι
ἀνδρῶν
.
185
τὸ
τρίτον
αὖ
κατέπεφνεν
Ἀμαζόνας
ἀντιανείρας
.
τῷ
δʼ
ἄρʼ
ἀνερχομένῳ
πυκινὸν
δόλον
ἄλλον
ὕφαινε
·
κρίνας
ἐκ
Λυκίης
εὐρείης
φῶτας
ἀρίστους
εἷσε
λόχον
·
τοὶ
δʼ
οὔ
τι
πάλιν
οἶκον
δὲ
νέοντο
·
πάντας
γὰρ
κατέπεφνεν
ἀμύμων
Βελλεροφόντης
.
190
ἀλλʼ
ὅτε
δὴ
γίγνωσκε
θεοῦ
γόνον
ἠῢν
ἐόντα
αὐτοῦ
μιν
κατέρυκε
,
δίδου
δʼ
ὅ
γε
θυγατέρα
ἥν
,
δῶκε
δέ
οἱ
τιμῆς
βασιληΐδος
ἥμισυ
πάσης
·
καὶ
μέν
οἱ
Λύκιοι
τέμενος
τάμον
ἔξοχον
ἄλλων
καλὸν
φυταλιῆς
καὶ
ἀρούρης
,
ὄφρα
νέμοιτο
.
195
ἣ
δʼ
ἔτεκε
τρία
τέκνα
δαΐφρονι
Βελλεροφόντῃ
Ἴσανδρόν
τε
καὶ
Ἱππόλοχον
καὶ
Λαοδάμειαν
.
Λαοδαμείῃ
μὲν
παρελέξατο
μητίετα
Ζεύς
,
ἣ
δʼ
ἔτεκʼ
ἀντίθεον
Σαρπηδόνα
χαλκοκορυστήν
.
ἀλλʼ
ὅτε
δὴ
καὶ
κεῖνος
ἀπήχθετο
πᾶσι
θεοῖσιν
,
200
ἤτοι
ὃ
κὰπ
πεδίον
τὸ
Ἀλήϊον
οἶος
ἀλᾶτο
ὃν
θυμὸν
κατέδων
,
πάτον
ἀνθρώπων
ἀλεείνων
·
Ἴσανδρον
δέ
οἱ
υἱὸν
Ἄρης
ἆτος
πολέμοιο
μαρνάμενον
Σολύμοισι
κατέκτανε
κυδαλίμοισι
·
τὴν
δὲ
χολωσαμένη
χρυσήνιος
Ἄρτεμις
ἔκτα
.
205
Ἱππόλοχος
δέ
μʼ
ἔτικτε
,
καὶ
ἐκ
τοῦ
φημι
γενέσθαι
·
πέμπε
δέ
μʼ
ἐς
Τροίην
,
καί
μοι
μάλα
πόλλʼ
ἐπέτελλεν
αἰὲν
ἀριστεύειν
καὶ
ὑπείροχον
ἔμμεναι
ἄλλων
,
μηδὲ
γένος
πατέρων
αἰσχυνέμεν
,
οἳ
μέγʼ
ἄριστοι
ἔν
τʼ
Ἐφύρῃ
ἐγένοντο
καὶ
ἐν
Λυκίῃ
εὐρείῃ
.
210
ταύτης
τοι
γενεῆς
τε
καὶ
αἵματος
εὔχομαι
εἶναι
.
ὣς
φάτο
,
γήθησεν
δὲ
βοὴν
ἀγαθὸς
Διομήδης
·
ἔγχος
μὲν
κατέπηξεν
ἐπὶ
χθονὶ
πουλυβοτείρῃ
,
αὐτὰρ
ὃ
μειλιχίοισι
προσηύδα
ποιμένα
λαῶν
·
ἦ
ῥά
νύ
μοι
ξεῖνος
πατρώϊός
ἐσσι
παλαιός
·
215
Οἰνεὺς
γάρ
ποτε
δῖος
ἀμύμονα
Βελλεροφόντην
ξείνισʼ
ἐνὶ
μεγάροισιν
ἐείκοσιν
ἤματʼ
ἐρύξας
·
οἳ
δὲ
καὶ
ἀλλήλοισι
πόρον
ξεινήϊα
καλά
·
Οἰνεὺς
μὲν
ζωστῆρα
δίδου
φοίνικι
φαεινόν
,
Βελλεροφόντης
δὲ
χρύσεον
δέπας
ἀμφικύπελλον
220
καί
μιν
ἐγὼ
κατέλειπον
ἰὼν
ἐν
δώμασʼ
ἐμοῖσι
.
Τυδέα
δʼ
οὐ
μέμνημαι
,
ἐπεί
μʼ
ἔτι
τυτθὸν
ἐόντα
κάλλιφʼ
,
ὅτʼ
ἐν
Θήβῃσιν
ἀπώλετο
λαὸς
Ἀχαιῶν
.
τὼ
νῦν
σοὶ
μὲν
ἐγὼ
ξεῖνος
φίλος
Ἄργεϊ
μέσσῳ
εἰμί
,
σὺ
δʼ
ἐν
Λυκίῃ
ὅτε
κεν
τῶν
δῆμον
ἵκωμαι
.
225
ἔγχεα
δʼ
ἀλλήλων
ἀλεώμεθα
καὶ
διʼ
ὁμίλου
·
πολλοὶ
μὲν
γὰρ
ἐμοὶ
Τρῶες
κλειτοί
τʼ
ἐπίκουροι
κτείνειν
ὅν
κε
θεός
γε
πόρῃ
καὶ
ποσσὶ
κιχείω
,
πολλοὶ
δʼ
αὖ
σοὶ
Ἀχαιοὶ
ἐναιρέμεν
ὅν
κε
δύνηαι
.
τεύχεα
δʼ
ἀλλήλοις
ἐπαμείψομεν
,
ὄφρα
καὶ
οἵδε
230
γνῶσιν
ὅτι
ξεῖνοι
πατρώϊοι
εὐχόμεθʼ
εἶναι
.
ὣς
ἄρα
φωνήσαντε
καθʼ
ἵππων
ἀΐξαντε
χεῖράς
τʼ
ἀλλήλων
λαβέτην
καὶ
πιστώσαντο
·
ἔνθʼ
αὖτε
Γλαύκῳ
Κρονίδης
φρένας
ἐξέλετο
Ζεύς
,
ὃς
πρὸς
Τυδεΐδην
Διομήδεα
τεύχεʼ
ἄμειβε
235
χρύσεα
χαλκείων
,
ἑκατόμβοιʼ
ἐννεαβοίων
.
Ἕκτωρ
δʼ
ὡς
Σκαιάς
τε
πύλας
καὶ
φηγὸν
ἵκανεν
,
ἀμφʼ
ἄρα
μιν
Τρώων
ἄλοχοι
θέον
ἠδὲ
θύγατρες
εἰρόμεναι
παῖδάς
τε
κασιγνήτους
τε
ἔτας
τε
καὶ
πόσιας
·
ὃ
δʼ
ἔπειτα
θεοῖς
εὔχεσθαι
ἀνώγει
240
πάσας
ἑξείης
·
πολλῇσι
δὲ
κήδεʼ
ἐφῆπτο
.
ἀλλʼ
ὅτε
δὴ
Πριάμοιο
δόμον
περικαλλέʼ
ἵκανε
ξεστῇς
αἰθούσῃσι
τετυγμένον
·
αὐτὰρ
ἐν
αὐτῷ
πεντήκοντʼ
ἔνεσαν
θάλαμοι
ξεστοῖο
λίθοιο
πλησίον
ἀλλήλων
δεδμημένοι
,
ἔνθα
δὲ
παῖδες
245
κοιμῶντο
Πριάμοιο
παρὰ
μνηστῇς
ἀλόχοισι
,
κουράων
δʼ
ἑτέρωθεν
ἐναντίοι
ἔνδοθεν
αὐλῆς
δώδεκʼ
ἔσαν
τέγεοι
θάλαμοι
ξεστοῖο
λίθοιο
πλησίον
ἀλλήλων
δεδμημένοι
,
ἔνθα
δὲ
γαμβροὶ
κοιμῶντο
Πριάμοιο
παρʼ
αἰδοίῃς
ἀλόχοισιν
·
250
ἔνθά
οἱ
ἠπιόδωρος
ἐναντίη
ἤλυθε
μήτηρ
Λαοδίκην
ἐσάγουσα
θυγατρῶν
εἶδος
ἀρίστην
·
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρὶ
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
τέκνον
τίπτε
λιπὼν
πόλεμον
θρασὺν
εἰλήλουθας
;
ἦ
μάλα
δὴ
τείρουσι
δυσώνυμοι
υἷες
Ἀχαιῶν
255
μαρνάμενοι
περὶ
ἄστυ
·
σὲ
δʼ
ἐνθάδε
θυμὸς
ἀνῆκεν
ἐλθόντʼ
ἐξ
ἄκρης
πόλιος
Διὶ
χεῖρας
ἀνασχεῖν
.
ἀλλὰ
μέν
ʼ
ὄφρά
κέ
τοι
μελιηδέα
οἶνον
ἐνείκω
,
ὡς
σπείσῃς
Διὶ
πατρὶ
καὶ
ἄλλοις
ἀθανάτοισι
πρῶτον
,
ἔπειτα
δὲ
καὐτὸς
ὀνήσεαι
αἴ
κε
πίῃσθα
.
260
ἀνδρὶ
δὲ
κεκμηῶτι
μένος
μέγα
οἶνος
ἀέξει
,
ὡς
τύνη
κέκμηκας
ἀμύνων
σοῖσιν
ἔτῃσι
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
μέγας
κορυθαίολος
Ἕκτωρ
·
μή
μοι
οἶνον
ἄειρε
μελίφρονα
πότνια
μῆτερ
,
μή
μʼ
ἀπογυιώσῃς
μένεος
,
ἀλκῆς
τε
λάθωμαι
·
265
χερσὶ
δʼ
ἀνίπτοισιν
Διὶ
λείβειν
αἴθοπα
οἶνον
ἅζομαι
·
οὐδέ
πῃ
ἔστι
κελαινεφέϊ
Κρονίωνι
αἵματι
καὶ
λύθρῳ
πεπαλαγμένον
εὐχετάασθαι
.
ἀλλὰ
σὺ
μὲν
πρὸς
νηὸν
Ἀθηναίης
ἀγελείης
ἔρχεο
σὺν
θυέεσσιν
ἀολλίσσασα
γεραιάς
·
270
πέπλον
δʼ
,
ὅς
τίς
τοι
χαριέστατος
ἠδὲ
μέγιστος
ἔστιν
ἐνὶ
μεγάρῳ
καί
τοι
πολὺ
φίλτατος
αὐτῇ
,
τὸν
θὲς
Ἀθηναίης
ἐπὶ
γούνασιν
ἠϋκόμοιο
,
καί
οἱ
ὑποσχέσθαι
δυοκαίδεκα
βοῦς
ἐνὶ
νηῷ
ἤνις
ἠκέστας
ἱερευσέμεν
,
αἴ
κʼ
ἐλεήσῃ
275
ἄστύ
τε
καὶ
Τρώων
ἀλόχους
καὶ
νήπια
τέκνα
,
αἴ
κεν
Τυδέος
υἱὸν
ἀπόσχῃ
Ἰλίου
ἱρῆς
ἄγριον
αἰχμητὴν
κρατερὸν
μήστωρα
φόβοιο
.
ἀλλὰ
σὺ
μὲν
πρὸς
νηὸν
Ἀθηναίης
ἀγελείης
ἔρχευ
,
ἐγὼ
δὲ
Πάριν
μετελεύσομαι
ὄφρα
καλέσσω
280
αἴ
κʼ
ἐθέλῃσʼ
εἰπόντος
ἀκουέμεν
·
ὥς
κέ
οἱ
αὖθι
γαῖα
χάνοι
·
μέγα
γάρ
μιν
Ὀλύμπιος
ἔτρεφε
πῆμα
Τρωσί
τε
καὶ
Πριάμῳ
μεγαλήτορι
τοῖό
τε
παισίν
.
εἰ
κεῖνόν
γε
ἴδοιμι
κατελθόντʼ
Ἄϊδος
εἴσω
φαίην
κε
φρένʼ
ἀτέρπου
ὀϊζύος
ἐκλελαθέσθαι
.
285
ὣς
ἔφαθʼ
,
ἣ
δὲ
μολοῦσα
ποτὶ
μέγαρʼ
ἀμφιπόλοισι
κέκλετο
·
ταὶ
δʼ
ἄρʼ
ἀόλλισσαν
κατὰ
ἄστυ
γεραιάς
.
αὐτὴ
δʼ
ἐς
θάλαμον
κατεβήσετο
κηώεντα
,
ἔνθʼ
ἔσάν
οἱ
πέπλοι
παμποίκιλα
ἔργα
γυναικῶν
Σιδονίων
,
τὰς
αὐτὸς
Ἀλέξανδρος
θεοειδὴς
290
ἤγαγε
Σιδονίηθεν
ἐπιπλὼς
εὐρέα
πόντον
,
τὴν
ὁδὸν
ἣν
Ἑλένην
περ
ἀνήγαγεν
εὐπατέρειαν
·
τῶν
ἕνʼ
ἀειραμένη
Ἑκάβη
φέρε
δῶρον
Ἀθήνῃ
,
ὃς
κάλλιστος
ἔην
ποικίλμασιν
ἠδὲ
μέγιστος
,
ἀστὴρ
δʼ
ὣς
ἀπέλαμπεν
·
ἔκειτο
δὲ
νείατος
ἄλλων
.
295
βῆ
δʼ
ἰέναι
,
πολλαὶ
δὲ
μετεσσεύοντο
γεραιαί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.