ἦ
ῥʼ
,
Ἀχιλεὺς
δʼ
ἑτάροισιν
ἰδὲ
δμῳῇσι
κέλευσε
δέμνιʼ
ὑπʼ
αἰθούσῃ
θέμεναι
καὶ
ῥήγεα
καλὰ
πορφύρεʼ
ἐμβαλέειν
,
στορέσαι
τʼ
ἐφύπερθε
τάπητας
,
645
χλαίνας
τʼ
ἐνθέμεναι
οὔλας
καθύπερθεν
ἕσασθαι
.
αἳ
δʼ
ἴσαν
ἐκ
μεγάροιο
δάος
μετὰ
χερσὶν
ἔχουσαι
,
αἶψα
δʼ
ἄρα
στόρεσαν
δοιὼ
λέχεʼ
ἐγκονέουσαι
.
τὸν
δʼ
ἐπικερτομέων
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
ἐκτὸς
μὲν
δὴ
λέξο
γέρον
φίλε
,
μή
τις
Ἀχαιῶν
650
ἐνθάδʼ
ἐπέλθῃσιν
βουληφόρος
,
οἵ
τέ
μοι
αἰεὶ
βουλὰς
βουλεύουσι
παρήμενοι
,
ἣ
θέμις
ἐστί
·
τῶν
εἴ
τίς
σε
ἴδοιτο
θοὴν
διὰ
νύκτα
μέλαιναν
,
αὐτίκʼ
ἂν
ἐξείποι
Ἀγαμέμνονι
ποιμένι
λαῶν
,
καί
κεν
ἀνάβλησις
λύσιος
νεκροῖο
γένηται
.
655
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
ποσσῆμαρ
μέμονας
κτερεϊζέμεν
Ἕκτορα
δῖον
,
ὄφρα
τέως
αὐτός
τε
μένω
καὶ
λαὸν
ἐρύκω
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
γέρων
Πρίαμος
θεοειδής
·
εἰ
μὲν
δή
μʼ
ἐθέλεις
τελέσαι
τάφον
Ἕκτορι
δίῳ
,
660
ὧδέ
κέ
μοι
ῥέζων
Ἀχιλεῦ
κεχαρισμένα
θείης
.
οἶσθα
γὰρ
ὡς
κατὰ
ἄστυ
ἐέλμεθα
,
τηλόθι
δʼ
ὕλη
ἀξέμεν
ἐξ
ὄρεος
,
μάλα
δὲ
Τρῶες
δεδίασιν
.
ἐννῆμαρ
μέν
κʼ
αὐτὸν
ἐνὶ
μεγάροις
γοάοιμεν
,
τῇ
δεκάτῃ
δέ
κε
θάπτοιμεν
δαινῦτό
τε
λαός
,
665
ἑνδεκάτῃ
δέ
κε
τύμβον
ἐπʼ
αὐτῷ
ποιήσαιμεν
,
τῇ
δὲ
δυωδεκάτῃ
πολεμίξομεν
εἴ
περ
ἀνάγκη
.
τὸν
δʼ
αὖτε
προσέειπε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
ἔσται
τοι
καὶ
ταῦτα
γέρον
Πρίαμʼ
ὡς
σὺ
κελεύεις
·
σχήσω
γὰρ
πόλεμον
τόσσον
χρόνον
ὅσσον
ἄνωγας
.
670
ὣς
ἄρα
φωνήσας
ἐπὶ
καρπῷ
χεῖρα
γέροντος
ἔλλαβε
δεξιτερήν
,
μή
πως
δείσειʼ
ἐνὶ
θυμῷ
.
οἳ
μὲν
ἄρʼ
ἐν
προδόμῳ
δόμου
αὐτόθι
κοιμήσαντο
κῆρυξ
καὶ
Πρίαμος
πυκινὰ
φρεσὶ
μήδεʼ
ἔχοντες
,
αὐτὰρ
Ἀχιλλεὺς
εὗδε
μυχῷ
κλισίης
ἐϋπήκτου
·
675
τῷ
δὲ
Βρισηῒς
παρελέξατο
καλλιπάρῃος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.