ἔνθά
κεν
ὑψίπυλον
Τροίην
ἕλον
υἷες
Ἀχαιῶν
Πατρόκλου
ὑπὸ
χερσί
,
περὶ
πρὸ
γὰρ
ἔγχεϊ
θῦεν
,
εἰ
μὴ
Ἀπόλλων
Φοῖβος
ἐϋδμήτου
ἐπὶ
πύργου
700
ἔστη
τῷ
ὀλοὰ
φρονέων
,
Τρώεσσι
δʼ
ἀρήγων
.
τρὶς
μὲν
ἐπʼ
ἀγκῶνος
βῆ
τείχεος
ὑψηλοῖο
Πάτροκλος
,
τρὶς
δʼ
αὐτὸν
ἀπεστυφέλιξεν
Ἀπόλλων
χείρεσσʼ
ἀθανάτῃσι
φαεινὴν
ἀσπίδα
νύσσων
.
ἀλλʼ
ὅτε
δὴ
τὸ
τέταρτον
ἐπέσσυτο
δαίμονι
ἶσος
,
705
δεινὰ
δʼ
ὁμοκλήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
χάζεο
διογενὲς
Πατρόκλεες
·
οὔ
νύ
τοι
αἶσα
σῷ
ὑπὸ
δουρὶ
πόλιν
πέρθαι
Τρώων
ἀγερώχων
,
οὐδʼ
ὑπʼ
Ἀχιλλῆος
,
ὅς
περ
σέο
πολλὸν
ἀμείνων
.
ὣς
φάτο
,
Πάτροκλος
δʼ
ἀνεχάζετο
πολλὸν
ὀπίσσω
710
μῆνιν
ἀλευάμενος
ἑκατηβόλου
Ἀπόλλωνος
.
Ἕκτωρ
δʼ
ἐν
Σκαιῇσι
πύλῃς
ἔχε
μώνυχας
ἵππους
·
δίζε
γὰρ
ἠὲ
μάχοιτο
κατὰ
κλόνον
αὖτις
ἐλάσσας
,
ἦ
λαοὺς
ἐς
τεῖχος
ὁμοκλήσειεν
ἀλῆναι
.
ταῦτʼ
ἄρα
οἱ
φρονέοντι
παρίστατο
Φοῖβος
Ἀπόλλων
715
ἀνέρι
εἰσάμενος
αἰζηῷ
τε
κρατερῷ
τε
Ἀσίῳ
,
ὃς
μήτρως
ἦν
Ἕκτορος
ἱπποδάμοιο
αὐτοκασίγνητος
Ἑκάβης
,
υἱὸς
δὲ
Δύμαντος
,
ὃς
Φρυγίῃ
ναίεσκε
ῥοῇς
ἔπι
Σαγγαρίοιο
·
τῷ
μιν
ἐεισάμενος
προσέφη
Διὸς
υἱὸς
Ἀπόλλων
·
720
Ἕκτορ
τίπτε
μάχης
ἀποπαύεαι
;
οὐδέ
τί
σε
χρή
.
αἴθʼ
ὅσον
ἥσσων
εἰμί
,
τόσον
σέο
φέρτερος
εἴην
·
τώ
κε
τάχα
στυγερῶς
πολέμου
ἀπερωήσειας
.
ἀλλʼ
ἄγε
Πατρόκλῳ
ἔφεπε
κρατερώνυχας
ἵππους
,
αἴ
κέν
πώς
μιν
ἕλῃς
,
δώῃ
δέ
τοι
εὖχος
Ἀπόλλων
.
725
ὣς
εἰπὼν
ὃ
μὲν
αὖτις
ἔβη
θεὸς
ἂμ
πόνον
ἀνδρῶν
,
Κεβριόνῃ
δʼ
ἐκέλευσε
δαΐφρονι
φαίδιμος
Ἕκτωρ
ἵππους
ἐς
πόλεμον
πεπληγέμεν
.
αὐτὰρ
Ἀπόλλων
δύσεθʼ
ὅμιλον
ἰών
,
ἐν
δὲ
κλόνον
Ἀργείοισιν
ἧκε
κακόν
,
Τρωσὶν
δὲ
καὶ
Ἕκτορι
κῦδος
ὄπαζεν
.
730
Ἕκτωρ
δʼ
ἄλλους
μὲν
Δαναοὺς
ἔα
οὐδʼ
ἐνάριζεν
·
αὐτὰρ
ὃ
Πατρόκλῳ
ἔφεπε
κρατερώνυχας
ἵππους
.
Πάτροκλος
δʼ
ἑτέρωθεν
ἀφʼ
ἵππων
ἆλτο
χαμᾶζε
σκαιῇ
ἔγχος
ἔχων
·
ἑτέρηφι
δὲ
λάζετο
πέτρον
μάρμαρον
ὀκριόεντα
τόν
οἱ
περὶ
χεὶρ
ἐκάλυψεν
,
735
ἧκε
δʼ
ἐρεισάμενος
,
οὐδὲ
δὴν
χάζετο
φωτός
,
οὐδʼ
ἁλίωσε
βέλος
,
βάλε
δʼ
Ἕκτορος
ἡνιοχῆα
Κεβριόνην
νόθον
υἱὸν
ἀγακλῆος
Πριάμοιο
ἵππων
ἡνίʼ
ἔχοντα
μετώπιον
ὀξέϊ
λᾶϊ
.
ἀμφοτέρας
δʼ
ὀφρῦς
σύνελεν
λίθος
,
οὐδέ
οἱ
ἔσχεν
740
ὀστέον
,
ὀφθαλμοὶ
δὲ
χαμαὶ
πέσον
ἐν
κονίῃσιν
αὐτοῦ
πρόσθε
ποδῶν
·
ὃ
δʼ
ἄρʼ
ἀρνευτῆρι
ἐοικὼς
κάππεσʼ
ἀπʼ
εὐεργέος
δίφρου
,
λίπε
δʼ
ὀστέα
θυμός
.
τὸν
δʼ
ἐπικερτομέων
προσέφης
Πατρόκλεες
ἱππεῦ
·
ὢ
πόποι
ἦ
μάλʼ
ἐλαφρὸς
ἀνήρ
,
ὡς
ῥεῖα
κυβιστᾷ
.
745
εἰ
δή
που
καὶ
πόντῳ
ἐν
ἰχθυόεντι
γένοιτο
,
πολλοὺς
ἂν
κορέσειεν
ἀνὴρ
ὅδε
τήθεα
διφῶν
νηὸς
ἀποθρῴσκων
,
εἰ
καὶ
δυσπέμφελος
εἴη
,
ὡς
νῦν
ἐν
πεδίῳ
ἐξ
ἵππων
ῥεῖα
κυβιστᾷ
.
ἦ
ῥα
καὶ
ἐν
Τρώεσσι
κυβιστητῆρες
ἔασιν
.
750
ὣς
εἰπὼν
ἐπὶ
Κεβριόνῃ
ἥρωϊ
βεβήκει
οἶμα
λέοντος
ἔχων
,
ὅς
τε
σταθμοὺς
κεραΐζων
ἔβλητο
πρὸς
στῆθος
,
ἑή
τέ
μιν
ὤλεσεν
ἀλκή
·
ὣς
ἐπὶ
Κεβριόνῃ
Πατρόκλεες
ἆλσο
μεμαώς
.
Ἕκτωρ
δʼ
αὖθʼ
ἑτέρωθεν
ἀφʼ
ἵππων
ἆλτο
χαμᾶζε
.
755
τὼ
περὶ
Κεβριόναο
λέονθʼ
ὣς
δηρινθήτην
,
ὥ
τʼ
ὄρεος
κορυφῇσι
περὶ
κταμένης
ἐλάφοιο
ἄμφω
πεινάοντε
μέγα
φρονέοντε
μάχεσθον
·
ὣς
περὶ
Κεβριόναο
δύω
μήστωρες
ἀϋτῆς
Πάτροκλός
τε
Μενοιτιάδης
καὶ
φαίδιμος
Ἕκτωρ
760
ἵεντʼ
ἀλλήλων
ταμέειν
χρόα
νηλέϊ
χαλκῷ
.
Ἕκτωρ
μὲν
κεφαλῆφιν
ἐπεὶ
λάβεν
οὐχὶ
μεθίει
·
Πάτροκλος
δʼ
ἑτέρωθεν
ἔχεν
ποδός
·
οἳ
δὲ
δὴ
ἄλλοι
Τρῶες
καὶ
Δαναοὶ
σύναγον
κρατερὴν
ὑσμίνην
.
ὡς
δʼ
Εὖρός
τε
Νότος
τʼ
ἐριδαίνετον
ἀλλήλοιιν
765
οὔρεος
ἐν
βήσσῃς
βαθέην
πελεμιζέμεν
ὕλην
φηγόν
τε
μελίην
τε
τανύφλοιόν
τε
κράνειαν
,
αἵ
τε
πρὸς
ἀλλήλας
ἔβαλον
τανυήκεας
ὄζους
ἠχῇ
θεσπεσίῃ
,
πάταγος
δέ
τε
ἀγνυμενάων
,
ὣς
Τρῶες
καὶ
Ἀχαιοὶ
ἐπʼ
ἀλλήλοισι
θορόντες
770
δῄουν
,
οὐδʼ
ἕτεροι
μνώοντʼ
ὀλοοῖο
φόβοιο
.
πολλὰ
δὲ
Κεβριόνην
ἀμφʼ
ὀξέα
δοῦρα
πεπήγει
ἰοί
τε
πτερόεντες
ἀπὸ
νευρῆφι
θορόντες
,
πολλὰ
δὲ
χερμάδια
μεγάλʼ
ἀσπίδας
ἐστυφέλιξαν
μαρναμένων
ἀμφʼ
αὐτόν
·
ὃ
δʼ
ἐν
στροφάλιγγι
κονίης
775
κεῖτο
μέγας
μεγαλωστί
,
λελασμένος
ἱπποσυνάων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.