Ζεὺς
δʼ
ἐπεὶ
οὖν
Τρῶάς
τε
καὶ
Ἕκτορα
νηυσὶ
πέλασσε
,
1
τοὺς
μὲν
ἔα
παρὰ
τῇσι
πόνον
τʼ
ἐχέμεν
καὶ
ὀϊζὺν
νωλεμέως
,
αὐτὸς
δὲ
πάλιν
τρέπεν
ὄσσε
φαεινὼ
νόσφιν
ἐφʼ
ἱπποπόλων
Θρῃκῶν
καθορώμενος
αἶαν
Μυσῶν
τʼ
ἀγχεμάχων
καὶ
ἀγαυῶν
ἱππημολγῶν
5
γλακτοφάγων
Ἀβίων
τε
δικαιοτάτων
ἀνθρώπων
.
ἐς
Τροίην
δʼ
οὐ
πάμπαν
ἔτι
τρέπεν
ὄσσε
φαεινώ
·
οὐ
γὰρ
ὅ
γʼ
ἀθανάτων
τινα
ἔλπετο
ὃν
κατὰ
θυμὸν
ἐλθόντʼ
ἢ
Τρώεσσιν
ἀρηξέμεν
ἢ
Δαναοῖσιν
.
οὐδʼ
ἀλαοσκοπιὴν
εἶχε
κρείων
ἐνοσίχθων
·
10
καὶ
γὰρ
ὃ
θαυμάζων
ἧστο
πτόλεμόν
τε
μάχην
τε
ὑψοῦ
ἐπʼ
ἀκροτάτης
κορυφῆς
Σάμου
ὑληέσσης
Θρηϊκίης
·
ἔνθεν
γὰρ
ἐφαίνετο
πᾶσα
μὲν
Ἴδη
,
φαίνετο
δὲ
Πριάμοιο
πόλις
καὶ
νῆες
Ἀχαιῶν
.
ἔνθʼ
ἄρʼ
ὅ
γʼ
ἐξ
ἁλὸς
ἕζετʼ
ἰών
,
ἐλέαιρε
δʼ
Ἀχαιοὺς
15
Τρωσὶν
δαμναμένους
,
Διὶ
δὲ
κρατερῶς
ἐνεμέσσα
.
αὐτίκα
δʼ
ἐξ
ὄρεος
κατεβήσετο
παιπαλόεντος
κραιπνὰ
ποσὶ
προβιβάς
·
τρέμε
δʼ
οὔρεα
μακρὰ
καὶ
ὕλη
ποσσὶν
ὑπʼ
ἀθανάτοισι
Ποσειδάωνος
ἰόντος
.
τρὶς
μὲν
ὀρέξατʼ
ἰών
,
τὸ
δὲ
τέτρατον
ἵκετο
τέκμωρ
20
Αἰγάς
,
ἔνθα
δέ
οἱ
κλυτὰ
δώματα
βένθεσι
λίμνης
χρύσεα
μαρμαίροντα
τετεύχαται
ἄφθιτα
αἰεί
.
ἔνθʼ
ἐλθὼν
ὑπʼ
ὄχεσφι
τιτύσκετο
χαλκόποδʼ
ἵππω
ὠκυπέτα
χρυσέῃσιν
ἐθείρῃσιν
κομόωντε
,
χρυσὸν
δʼ
αὐτὸς
ἔδυνε
περὶ
χροΐ
,
γέντο
δʼ
ἱμάσθλην
25
χρυσείην
εὔτυκτον
,
ἑοῦ
δʼ
ἐπεβήσετο
δίφρου
,
βῆ
δʼ
ἐλάαν
ἐπὶ
κύματʼ
·
ἄταλλε
δὲ
κήτεʼ
ὑπʼ
αὐτοῦ
πάντοθεν
ἐκ
κευθμῶν
,
οὐδʼ
ἠγνοίησεν
ἄνακτα
·
γηθοσύνῃ
δὲ
θάλασσα
διίστατο
·
τοὶ
δὲ
πέτοντο
ῥίμφα
μάλʼ
,
οὐδʼ
ὑπένερθε
διαίνετο
χάλκεος
ἄξων
·
30
τὸν
δʼ
ἐς
Ἀχαιῶν
νῆας
ἐΰσκαρθμοι
φέρον
ἵπποι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.