τὴν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
κλυτὸς
ἐννοσίγαιος
·
ὢ
πόποι
ἦ
ῥʼ
ἀγαθός
περ
ἐὼν
ὑπέροπλον
ἔειπεν
185
εἴ
μʼ
ὁμότιμον
ἐόντα
βίῃ
ἀέκοντα
καθέξει
.
τρεῖς
γάρ
τʼ
ἐκ
Κρόνου
εἰμὲν
ἀδελφεοὶ
οὓς
τέκετο
Ῥέα
Ζεὺς
καὶ
ἐγώ
,
τρίτατος
δʼ
Ἀΐδης
ἐνέροισιν
ἀνάσσων
.
τριχθὰ
δὲ
πάντα
δέδασται
,
ἕκαστος
δʼ
ἔμμορε
τιμῆς
·
ἤτοι
ἐγὼν
ἔλαχον
πολιὴν
ἅλα
ναιέμεν
αἰεὶ
190
παλλομένων
,
Ἀΐδης
δʼ
ἔλαχε
ζόφον
ἠερόεντα
,
Ζεὺς
δʼ
ἔλαχʼ
οὐρανὸν
εὐρὺν
ἐν
αἰθέρι
καὶ
νεφέλῃσι
·
γαῖα
δʼ
ἔτι
ξυνὴ
πάντων
καὶ
μακρὸς
Ὄλυμπος
.
τώ
ῥα
καὶ
οὔ
τι
Διὸς
βέομαι
φρεσίν
,
ἀλλὰ
ἕκηλος
καὶ
κρατερός
περ
ἐὼν
μενέτω
τριτάτῃ
ἐνὶ
μοίρῃ
.
195
χερσὶ
δὲ
μή
τί
με
πάγχυ
κακὸν
ὣς
δειδισσέσθω
·
θυγατέρεσσιν
γάρ
τε
καὶ
υἱάσι
βέλτερον
εἴη
ἐκπάγλοις
ἐπέεσσιν
ἐνισσέμεν
οὓς
τέκεν
αὐτός
,
οἵ
ἑθεν
ὀτρύνοντος
ἀκούσονται
καὶ
ἀνάγκῃ
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
ποδήνεμος
ὠκέα
Ἶρις
·
200
οὕτω
γὰρ
δή
τοι
γαιήοχε
κυανοχαῖτα
τόνδε
φέρω
Διὶ
μῦθον
ἀπηνέα
τε
κρατερόν
τε
,
ἦ
τι
μεταστρέψεις
;
στρεπταὶ
μέν
τε
φρένες
ἐσθλῶν
.
οἶσθʼ
ὡς
πρεσβυτέροισιν
Ἐρινύες
αἰὲν
ἕπονται
.
τὴν
δʼ
αὖτε
προσέειπε
Ποσειδάων
ἐνοσίχθων
·
205
Ἶρι
θεὰ
μάλα
τοῦτο
ἔπος
κατὰ
μοῖραν
ἔειπες
·
ἐσθλὸν
καὶ
τὸ
τέτυκται
ὅτʼ
ἄγγελος
αἴσιμα
εἰδῇ
.
ἀλλὰ
τόδʼ
αἰνὸν
ἄχος
κραδίην
καὶ
θυμὸν
ἱκάνει
ὁππότʼ
ἂν
ἰσόμορον
καὶ
ὁμῇ
πεπρωμένον
αἴσῃ
νεικείειν
ἐθέλῃσι
χολωτοῖσιν
ἐπέεσσιν
.
210
ἀλλʼ
ἤτοι
νῦν
μέν
κε
νεμεσσηθεὶς
ὑποείξω
·
ἄλλο
δέ
τοι
ἐρέω
,
καὶ
ἀπειλήσω
τό
γε
θυμῷ
·
αἴ
κεν
ἄνευ
ἐμέθεν
καὶ
Ἀθηναίης
ἀγελείης
Ἥρης
Ἑρμείω
τε
καὶ
Ἡφαίστοιο
ἄνακτος
Ἰλίου
αἰπεινῆς
πεφιδήσεται
,
οὐδʼ
ἐθελήσει
215
ἐκπέρσαι
,
δοῦναι
δὲ
μέγα
κράτος
Ἀργείοισιν
,
ἴστω
τοῦθʼ
ὅτι
νῶϊν
ἀνήκεστος
χόλος
ἔσται
.
ὣς
εἰπὼν
λίπε
λαὸν
Ἀχαιϊκὸν
ἐννοσίγαιος
,
δῦνε
δὲ
πόντον
ἰών
,
πόθεσαν
δʼ
ἥρωες
Ἀχαιοί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.