Πηλεΐδης
δʼ
αἶψʼ
ἄλλα
τίθει
ταχυτῆτος
ἄεθλα
740
ἀργύρεον
κρητῆρα
τετυγμένον
·
ἓξ
δʼ
ἄρα
μέτρα
χάνδανεν
,
αὐτὰρ
κάλλει
ἐνίκα
πᾶσαν
ἐπʼ
αἶαν
πολλόν
,
ἐπεὶ
Σιδόνες
πολυδαίδαλοι
εὖ
ἤσκησαν
,
Φοίνικες
δʼ
ἄγον
ἄνδρες
ἐπʼ
ἠεροειδέα
πόντον
,
στῆσαν
δʼ
ἐν
λιμένεσσι
,
Θόαντι
δὲ
δῶρον
ἔδωκαν
·
745
υἷος
δὲ
Πριάμοιο
Λυκάονος
ὦνον
ἔδωκε
Πατρόκλῳ
ἥρωϊ
Ἰησονίδης
Εὔνηος
.
καὶ
τὸν
Ἀχιλλεὺς
θῆκεν
ἄεθλον
οὗ
ἑτάροιο
,
ὅς
τις
ἐλαφρότατος
ποσσὶ
κραιπνοῖσι
πέλοιτο
·
δευτέρῳ
αὖ
βοῦν
θῆκε
μέγαν
καὶ
πίονα
δημῷ
,
750
ἡμιτάλαντον
δὲ
χρυσοῦ
λοισθήϊʼ
ἔθηκε
.
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
ὄρνυσθʼ
οἳ
καὶ
τούτου
ἀέθλου
πειρήσεσθε
.
ὣς
ἔφατʼ
,
ὄρνυτο
δʼ
αὐτίκʼ
Ὀϊλῆος
ταχὺς
Αἴας
,
ἂν
δʼ
Ὀδυσεὺς
πολύμητις
,
ἔπειτα
δὲ
Νέστορος
υἱὸς
755
Ἀντίλοχος
·
ὃ
γὰρ
αὖτε
νέους
ποσὶ
πάντας
ἐνίκα
.
στὰν
δὲ
μεταστοιχί
·
σήμηνε
δὲ
τέρματʼ
Ἀχιλλεύς
.
τοῖσι
δʼ
ἀπὸ
νύσσης
τέτατο
δρόμος
·
ὦκα
δʼ
ἔπειτα
ἔκφερʼ
Ὀϊλιάδης
·
ἐπὶ
δʼ
ὄρνυτο
δῖος
Ὀδυσσεὺς
ἄγχι
μάλʼ
,
ὡς
ὅτε
τίς
τε
γυναικὸς
ἐϋζώνοιο
760
στήθεός
ἐστι
κανών
,
ὅν
τʼ
εὖ
μάλα
χερσὶ
τανύσσῃ
πηνίον
ἐξέλκουσα
παρὲκ
μίτον
,
ἀγχόθι
δʼ
ἴσχει
στήθεος
·
ὣς
Ὀδυσεὺς
θέεν
ἐγγύθεν
,
αὐτὰρ
ὄπισθεν
ἴχνια
τύπτε
πόδεσσι
πάρος
κόνιν
ἀμφιχυθῆναι
·
κὰδ
δʼ
ἄρα
οἱ
κεφαλῆς
χέʼ
ἀϋτμένα
δῖος
Ὀδυσσεὺς
765
αἰεὶ
ῥίμφα
θέων
·
ἴαχον
δʼ
ἐπὶ
πάντες
Ἀχαιοὶ
νίκης
ἱεμένῳ
,
μάλα
δὲ
σπεύδοντι
κέλευον
.
ἀλλʼ
ὅτε
δὴ
πύματον
τέλεον
δρόμον
,
αὐτίκʼ
Ὀδυσσεὺς
εὔχετʼ
Ἀθηναίῃ
γλαυκώπιδι
ὃν
κατὰ
θυμόν
·
κλῦθι
θεά
,
ἀγαθή
μοι
ἐπίρροθος
ἐλθὲ
ποδοῖιν
.
770
ὣς
ἔφατʼ
εὐχόμενος
·
τοῦ
δʼ
ἔκλυε
Παλλὰς
Ἀθήνη
,
γυῖα
δʼ
ἔθηκεν
ἐλαφρά
,
πόδας
καὶ
χεῖρας
ὕπερθεν
.
ἀλλʼ
ὅτε
δὴ
τάχʼ
ἔμελλον
ἐπαΐξασθαι
ἄεθλον
,
ἔνθʼ
Αἴας
μὲν
ὄλισθε
θέων
,
βλάψεν
γὰρ
Ἀθήνη
,
τῇ
ῥα
βοῶν
κέχυτʼ
ὄνθος
ἀποκταμένων
ἐριμύκων
,
775
οὓς
ἐπὶ
Πατρόκλῳ
πέφνεν
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
ἐν
δʼ
ὄνθου
βοέου
πλῆτο
στόμα
τε
ῥῖνάς
τε
·
κρητῆρʼ
αὖτʼ
ἀνάειρε
πολύτλας
δῖος
Ὀδυσσεύς
,
ὡς
ἦλθε
φθάμενος
·
ὃ
δὲ
βοῦν
ἕλε
φαίδιμος
Αἴας
.
στῆ
δὲ
κέρας
μετὰ
χερσὶν
ἔχων
βοὸς
ἀγραύλοιο
780
ὄνθον
ἀποπτύων
,
μετὰ
δʼ
Ἀργείοισιν
ἔειπεν
·
ὢ
πόποι
ἦ
μʼ
ἔβλαψε
θεὰ
πόδας
,
ἣ
τὸ
πάρος
περ
μήτηρ
ὣς
Ὀδυσῆϊ
παρίσταται
ἠδʼ
ἐπαρήγει
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἐπʼ
αὐτῷ
ἡδὺ
γέλασσαν
.
Ἀντίλοχος
δʼ
ἄρα
δὴ
λοισθήϊον
ἔκφερʼ
ἄεθλον
785
μειδιόων
,
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
εἰδόσιν
ὔμμʼ
ἐρέω
πᾶσιν
φίλοι
,
ὡς
ἔτι
καὶ
νῦν
ἀθάνατοι
τιμῶσι
παλαιοτέρους
ἀνθρώπους
.
Αἴας
μὲν
γὰρ
ἐμεῖʼ
ὀλίγον
προγενέστερός
ἐστιν
,
οὗτος
δὲ
προτέρης
γενεῆς
προτέρων
τʼ
ἀνθρώπων
·
790
ὠμογέροντα
δέ
μίν
φασʼ
ἔμμεναι
·
ἀργαλέον
δὲ
ποσσὶν
ἐριδήσασθαι
Ἀχαιοῖς
,
εἰ
μὴ
Ἀχιλλεῖ
.
ὣς
φάτο
,
κύδηνεν
δὲ
ποδώκεα
Πηλεΐωνα
.
τὸν
δʼ
Ἀχιλεὺς
μύθοισιν
ἀμειβόμενος
προσέειπεν
·
Ἀντίλοχʼ
οὐ
μέν
τοι
μέλεος
εἰρήσεται
αἶνος
,
795
ἀλλά
τοι
ἡμιτάλαντον
ἐγὼ
χρυσοῦ
ἐπιθήσω
.
ὣς
εἰπὼν
ἐν
χερσὶ
τίθει
,
ὃ
δʼ
ἐδέξατο
χαίρων
.
αὐτὰρ
Πηλεΐδης
κατὰ
μὲν
δολιχόσκιον
ἔγχος
θῆκʼ
ἐς
ἀγῶνα
φέρων
,
κατὰ
δʼ
ἀσπίδα
καὶ
τρυφάλειαν
τεύχεα
Σαρπήδοντος
,
ἅ
μιν
Πάτροκλος
ἀπηύρα
.
800
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
ἄνδρε
δύω
περὶ
τῶνδε
κελεύομεν
,
ὥ
περ
ἀρίστω
,
τεύχεα
ἑσσαμένω
ταμεσίχροα
χαλκὸν
ἑλόντε
ἀλλήλων
προπάροιθεν
ὁμίλου
πειρηθῆναι
.
ὁππότερός
κε
φθῇσιν
ὀρεξάμενος
χρόα
καλόν
,
805
ψαύσῃ
δʼ
ἐνδίνων
διά
τʼ
ἔντεα
καὶ
μέλαν
αἷμα
,
τῷ
μὲν
ἐγὼ
δώσω
τόδε
φάσγανον
ἀργυρόηλον
καλὸν
Θρηΐκιον
,
τὸ
μὲν
Ἀστεροπαῖον
ἀπηύρων
·
τεύχεα
δʼ
ἀμφότεροι
ξυνήϊα
ταῦτα
φερέσθων
·
καί
σφιν
δαῖτʼ
ἀγαθὴν
παραθήσομεν
ἐν
κλισίῃσιν
.
810
ὣς
ἔφατʼ
,
ὦρτο
δʼ
ἔπειτα
μέγας
Τελαμώνιος
Αἴας
,
ἂν
δʼ
ἄρα
Τυδεΐδης
ὦρτο
,
κρατερὸς
Διομήδης
.
οἳ
δʼ
ἐπεὶ
οὖν
ἑκάτερθεν
ὁμίλου
θωρήχθησαν
,
ἐς
μέσον
ἀμφοτέρω
συνίτην
μεμαῶτε
μάχεσθαι
δεινὸν
δερκομένω
·
θάμβος
δʼ
ἔχε
πάντας
Ἀχαιούς
.
815
ἀλλʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
τρὶς
μὲν
ἐπήϊξαν
,
τρὶς
δὲ
σχεδὸν
ὁρμήθησαν
.
ἔνθʼ
Αἴας
μὲν
ἔπειτα
κατʼ
ἀσπίδα
πάντοσʼ
ἐΐσην
νύξʼ
,
οὐδὲ
χρόʼ
ἵκανεν
·
ἔρυτο
γὰρ
ἔνδοθι
θώρηξ
·
Τυδεΐδης
δʼ
ἄρʼ
ἔπειτα
ὑπὲρ
σάκεος
μεγάλοιο
820
αἰὲν
ἐπʼ
αὐχένι
κῦρε
φαεινοῦ
δουρὸς
ἀκωκῇ
.
καὶ
τότε
δή
ῥʼ
Αἴαντι
περιδείσαντες
Ἀχαιοὶ
παυσαμένους
ἐκέλευσαν
ἀέθλια
ἶσʼ
ἀνελέσθαι
.
αὐτὰρ
Τυδεΐδῃ
δῶκεν
μέγα
φάσγανον
ἥρως
σὺν
κολεῷ
τε
φέρων
καὶ
ἐϋτμήτῳ
τελαμῶνι
.
825
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.