τοὺς
δʼ
ὡς
οὖν
ἐνόησε
θεὰ
λευκώλενος
Ἥρη
Ἀργείους
ὀλέκοντας
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
,
αὐτίκʼ
Ἀθηναίην
ἔπεα
πτερόεντα
προσηύδα
·
ὢ
πόποι
αἰγιόχοιο
Διὸς
τέκος
Ἀτρυτώνη
,
ἦ
ῥʼ
ἅλιον
τὸν
μῦθον
ὑπέστημεν
Μενελάῳ
715
Ἴλιον
ἐκπέρσαντʼ
εὐτείχεον
ἀπονέεσθαι
,
εἰ
οὕτω
μαίνεσθαι
ἐάσομεν
οὖλον
Ἄρηα
.
ἀλλʼ
ἄγε
δὴ
καὶ
νῶϊ
μεδώμεθα
θούριδος
ἀλκῆς
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
θεὰ
γλαυκῶπις
Ἀθήνη
.
ἣ
μὲν
ἐποιχομένη
χρυσάμπυκας
ἔντυεν
ἵππους
720
Ἥρη
πρέσβα
θεὰ
θυγάτηρ
μεγάλοιο
Κρόνοιο
·
Ἥβη
δʼ
ἀμφʼ
ὀχέεσσι
θοῶς
βάλε
καμπύλα
κύκλα
χάλκεα
ὀκτάκνημα
σιδηρέῳ
ἄξονι
ἀμφίς
.
τῶν
ἤτοι
χρυσέη
ἴτυς
ἄφθιτος
,
αὐτὰρ
ὕπερθε
χάλκεʼ
ἐπίσσωτρα
προσαρηρότα
,
θαῦμα
ἰδέσθαι
·
725
πλῆμναι
δʼ
ἀργύρου
εἰσὶ
περίδρομοι
ἀμφοτέρωθεν
·
δίφρος
δὲ
χρυσέοισι
καὶ
ἀργυρέοισιν
ἱμᾶσιν
ἐντέταται
,
δοιαὶ
δὲ
περίδρομοι
ἄντυγές
εἰσι
.
τοῦ
δʼ
ἐξ
ἀργύρεος
ῥυμὸς
πέλεν
·
αὐτὰρ
ἐπʼ
ἄκρῳ
δῆσε
χρύσειον
καλὸν
ζυγόν
,
ἐν
δὲ
λέπαδνα
730
κάλʼ
ἔβαλε
χρύσειʼ
·
ὑπὸ
δὲ
ζυγὸν
ἤγαγεν
Ἥρη
ἵππους
ὠκύποδας
,
μεμαυῖʼ
ἔριδος
καὶ
ἀϋτῆς
.
αὐτὰρ
Ἀθηναίη
κούρη
Διὸς
αἰγιόχοιο
πέπλον
μὲν
κατέχευεν
ἑανὸν
πατρὸς
ἐπʼ
οὔδει
ποικίλον
,
ὅν
ῥʼ
αὐτὴ
ποιήσατο
καὶ
κάμε
χερσίν
·
735
ἣ
δὲ
χιτῶνʼ
ἐνδῦσα
Διὸς
νεφεληγερέταο
τεύχεσιν
ἐς
πόλεμον
θωρήσσετο
δακρυόεντα
.
ἀμφὶ
δʼ
ἄρʼ
ὤμοισιν
βάλετʼ
αἰγίδα
θυσσανόεσσαν
δεινήν
,
ἣν
περὶ
μὲν
πάντῃ
Φόβος
ἐστεφάνωται
,
ἐν
δʼ
Ἔρις
,
ἐν
δʼ
Ἀλκή
,
ἐν
δὲ
κρυόεσσα
Ἰωκή
,
740
ἐν
δέ
τε
Γοργείη
κεφαλὴ
δεινοῖο
πελώρου
δεινή
τε
σμερδνή
τε
,
Διὸς
τέρας
αἰγιόχοιο
.
κρατὶ
δʼ
ἐπʼ
ἀμφίφαλον
κυνέην
θέτο
τετραφάληρον
χρυσείην
,
ἑκατὸν
πολίων
πρυλέεσσʼ
ἀραρυῖαν
·
ἐς
δʼ
ὄχεα
φλόγεα
ποσὶ
βήσετο
,
λάζετο
δʼ
ἔγχος
745
βριθὺ
μέγα
στιβαρόν
,
τῷ
δάμνησι
στίχας
ἀνδρῶν
ἡρώων
,
οἷσίν
τε
κοτέσσεται
ὀβριμοπάτρη
.
Ἥρη
δὲ
μάστιγι
θοῶς
ἐπεμαίετʼ
ἄρʼ
ἵππους
·
αὐτόμαται
δὲ
πύλαι
μύκον
οὐρανοῦ
ἃς
ἔχον
Ὧραι
,
τῇς
ἐπιτέτραπται
μέγας
οὐρανὸς
Οὔλυμπός
τε
750
ἠμὲν
ἀνακλῖναι
πυκινὸν
νέφος
ἠδʼ
ἐπιθεῖναι
.
τῇ
ῥα
διʼ
αὐτάων
κεντρηνεκέας
ἔχον
ἵππους
·
εὗρον
δὲ
Κρονίωνα
θεῶν
ἄτερ
ἥμενον
ἄλλων
ἀκροτάτῃ
κορυφῇ
πολυδειράδος
Οὐλύμποιο
.
ἔνθʼ
ἵππους
στήσασα
θεὰ
λευκώλενος
Ἥρη
755
Ζῆν
ʼ
ὕπατον
Κρονίδην
ἐξείρετο
καὶ
προσέειπε
·
Ζεῦ
πάτερ
οὐ
νεμεσίζῃ
Ἄρῃ
τάδε
καρτερὰ
ἔργα
ὁσσάτιόν
τε
καὶ
οἷον
ἀπώλεσε
λαὸν
Ἀχαιῶν
μὰψ
ἀτὰρ
οὐ
κατὰ
κόσμον
ἐμοὶ
δʼ
ἄχος
,
οἳ
δὲ
ἕκηλοι
τέρπονται
Κύπρίς
τε
καὶ
ἀργυρότοξος
Ἀπόλλων
760
ἄφρονα
τοῦτον
ἀνέντες
,
ὃς
οὔ
τινα
οἶδε
θέμιστα
;
Ζεῦ
πάτερ
ἦ
ῥά
τί
μοι
κεχολώσεαι
,
αἴ
κεν
Ἄρηα
λυγρῶς
πεπληγυῖα
μάχης
ἐξαποδίωμαι
;
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.