ἔνθά
σφιν
κατὰ
ἶσα
μάχην
ἐτάνυσσε
Κρονίων
ἐξ
Ἴδης
καθορῶν
·
τοὶ
δʼ
ἀλλήλους
ἐνάριζον
.
ἤτοι
Τυδέος
υἱὸς
Ἀγάστροφον
οὔτασε
δουρὶ
Παιονίδην
ἥρωα
κατʼ
ἰσχίον
·
οὐ
δέ
οἱ
ἵπποι
ἐγγὺς
ἔσαν
προφυγεῖν
,
ἀάσατο
δὲ
μέγα
θυμῷ
.
340
τοὺς
μὲν
γὰρ
θεράπων
ἀπάνευθʼ
ἔχεν
,
αὐτὰρ
ὃ
πεζὸς
θῦνε
διὰ
προμάχων
,
εἷος
φίλον
ὤλεσε
θυμόν
.
Ἕκτωρ
δʼ
ὀξὺ
νόησε
κατὰ
στίχας
,
ὦρτο
δʼ
ἐπʼ
αὐτοὺς
κεκλήγων
·
ἅμα
δὲ
Τρώων
εἵποντο
φάλαγγες
.
τὸν
δὲ
ἰδὼν
ῥίγησε
βοὴν
ἀγαθὸς
Διομήδης
,
345
αἶψα
δʼ
Ὀδυσσῆα
προσεφώνεεν
ἐγγὺς
ἐόντα
·
νῶϊν
δὴ
τόδε
πῆμα
κυλίνδεται
ὄβριμος
Ἕκτωρ
·
ἀλλʼ
ἄγε
δὴ
στέωμεν
καὶ
ἀλεξώμεσθα
μένοντες
.
ἦ
ῥα
,
καὶ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
καὶ
βάλεν
,
οὐδʼ
ἀφάμαρτε
τιτυσκόμενος
κεφαλῆφιν
,
350
ἄκρην
κὰκ
κόρυθα
·
πλάγχθη
δʼ
ἀπὸ
χαλκόφι
χαλκός
,
οὐδʼ
ἵκετο
χρόα
καλόν
·
ἐρύκακε
γὰρ
τρυφάλεια
τρίπτυχος
αὐλῶπις
,
τήν
οἱ
πόρε
Φοῖβος
Ἀπόλλων
.
Ἕκτωρ
δʼ
ὦκʼ
ἀπέλεθρον
ἀνέδραμε
,
μίκτο
δʼ
ὁμίλῳ
,
στῆ
δὲ
γνὺξ
ἐριπὼν
καὶ
ἐρείσατο
χειρὶ
παχείῃ
355
γαίης
·
ἀμφὶ
δὲ
ὄσσε
κελαινὴ
νὺξ
ἐκάλυψεν
.
ὄφρα
δὲ
Τυδεΐδης
μετὰ
δούρατος
ᾤχετʼ
ἐρωὴν
τῆλε
διὰ
προμάχων
,
ὅθι
οἱ
καταείσατο
γαίης
τόφρʼ
Ἕκτωρ
ἔμπνυτο
,
καὶ
ἂψ
ἐς
δίφρον
ὀρούσας
ἐξέλασʼ
ἐς
πληθύν
,
καὶ
ἀλεύατο
κῆρα
μέλαιναν
.
360
δουρὶ
δʼ
ἐπαΐσσων
προσέφη
κρατερὸς
Διομήδης
·
ἐξ
αὖ
νῦν
ἔφυγες
θάνατον
κύον
·
ἦ
τέ
τοι
ἄγχι
ἦλθε
κακόν
·
νῦν
αὖτέ
σʼ
ἐρύσατο
Φοῖβος
Ἀπόλλων
ᾧ
μέλλεις
εὔχεσθαι
ἰὼν
ἐς
δοῦπον
ἀκόντων
.
ἦ
θήν
σʼ
ἐξανύω
γε
καὶ
ὕστερον
ἀντιβολήσας
,
365
εἴ
πού
τις
καὶ
ἔμοιγε
θεῶν
ἐπιτάρροθός
ἐστι
.
νῦν
αὖ
τοὺς
ἄλλους
ἐπιείσομαι
,
ὅν
κε
κιχείω
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.