ἦ
ῥα
,
καὶ
ἐκ
κρημνοῖο
ἐρύσσατο
χάλκεον
ἔγχος
,
200
τὸν
δὲ
κατʼ
αὐτόθι
λεῖπεν
,
ἐπεὶ
φίλον
ἦτορ
ἀπηύρα
,
κείμενον
ἐν
ψαμάθοισι
,
δίαινε
δέ
μιν
μέλαν
ὕδωρ
.
τὸν
μὲν
ἄρʼ
ἐγχέλυές
τε
καὶ
ἰχθύες
ἀμφεπένοντο
δημὸν
ἐρεπτόμενοι
ἐπινεφρίδιον
κείροντες
·
αὐτὰρ
ὃ
βῆ
ῥʼ
ἰέναι
μετὰ
Παίονας
ἱπποκορυστάς
,
205
οἵ
ῥʼ
ἔτι
πὰρ
ποταμὸν
πεφοβήατο
δινήεντα
,
ὡς
εἶδον
τὸν
ἄριστον
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
χέρσʼ
ὕπο
Πηλεΐδαο
καὶ
ἄορι
ἶφι
δαμέντα
.
ἔνθʼ
ἕλε
Θερσίλοχόν
τε
Μύδωνά
τε
Ἀστύπυλόν
τε
Μνῆσόν
τε
Θρασίον
τε
καὶ
Αἴνιον
ἠδʼ
Ὀφελέστην
·
210
καί
νύ
κʼ
ἔτι
πλέονας
κτάνε
Παίονας
ὠκὺς
Ἀχιλλεύς
,
εἰ
μὴ
χωσάμενος
προσέφη
ποταμὸς
βαθυδίνης
ἀνέρι
εἰσάμενος
,
βαθέης
δʼ
ἐκ
φθέγξατο
δίνης
·
ὦ
Ἀχιλεῦ
,
περὶ
μὲν
κρατέεις
,
περὶ
δʼ
αἴσυλα
ῥέζεις
ἀνδρῶν
·
αἰεὶ
γάρ
τοι
ἀμύνουσιν
θεοὶ
αὐτοί
.
215
εἴ
τοι
Τρῶας
ἔδωκε
Κρόνου
παῖς
πάντας
ὀλέσσαι
,
ἐξ
ἐμέθεν
γʼ
ἐλάσας
πεδίον
κάτα
μέρμερα
ῥέζε
·
πλήθει
γὰρ
δή
μοι
νεκύων
ἐρατεινὰ
ῥέεθρα
,
οὐδέ
τί
πῃ
δύναμαι
προχέειν
ῥόον
εἰς
ἅλα
δῖαν
στεινόμενος
νεκύεσσι
,
σὺ
δὲ
κτείνεις
ἀϊδήλως
.
220
ἀλλʼ
ἄγε
δὴ
καὶ
ἔασον
·
ἄγη
μʼ
ἔχει
ὄρχαμε
λαῶν
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
ἔσται
ταῦτα
Σκάμανδρε
διοτρεφές
,
ὡς
σὺ
κελεύεις
.
Τρῶας
δʼ
οὐ
πρὶν
λήξω
ὑπερφιάλους
ἐναρίζων
,
πρὶν
ἔλσαι
κατὰ
ἄστυ
καὶ
Ἕκτορι
πειρηθῆναι
225
ἀντιβίην
,
ἤ
κέν
με
δαμάσσεται
,
ἦ
κεν
ἐγὼ
τόν
.
ὣς
εἰπὼν
Τρώεσσιν
ἐπέσσυτο
δαίμονι
ἶσος
·
καὶ
τότʼ
Ἀπόλλωνα
προσέφη
ποταμὸς
βαθυδίνης
·
ὢ
πόποι
ἀργυρότοξε
Διὸς
τέκος
οὐ
σύ
γε
βουλὰς
εἰρύσαο
Κρονίωνος
,
ὅ
τοι
μάλα
πόλλʼ
ἐπέτελλε
230
Τρωσὶ
παρεστάμεναι
καὶ
ἀμύνειν
,
εἰς
ὅ
κεν
ἔλθῃ
δείελος
ὀψὲ
δύων
,
σκιάσῃ
δʼ
ἐρίβωλον
ἄρουραν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.