ἀλλʼ
ὅτε
δή
ῥʼ
ἐκ
τοῖο
δυωδεκάτη
γένετʼ
ἠώς
,
καὶ
τότε
δὴ
πρὸς
Ὄλυμπον
ἴσαν
θεοὶ
αἰὲν
ἐόντες
πάντες
ἅμα
,
Ζεὺς
δʼ
ἦρχε
·
Θέτις
δʼ
οὐ
λήθετʼ
ἐφετμέων
495
παιδὸς
ἑοῦ
,
ἀλλʼ
ἥ
γʼ
ἀνεδύσετο
κῦμα
θαλάσσης
.
ἠερίη
δʼ
ἀνέβη
μέγαν
οὐρανὸν
Οὔλυμπόν
τε
.
εὗρεν
δʼ
εὐρύοπα
Κρονίδην
ἄτερ
ἥμενον
ἄλλων
ἀκροτάτῃ
κορυφῇ
πολυδειράδος
Οὐλύμποιο
·
καί
ῥα
πάροιθʼ
αὐτοῖο
καθέζετο
,
καὶ
λάβε
γούνων
500
σκαιῇ
,
δεξιτερῇ
δʼ
ἄρʼ
ὑπʼ
ἀνθερεῶνος
ἑλοῦσα
λισσομένη
προσέειπε
Δία
Κρονίωνα
ἄνακτα
·
Ζεῦ
πάτερ
εἴ
ποτε
δή
σε
μετʼ
ἀθανάτοισιν
ὄνησα
ἢ
ἔπει
ἢ
ἔργῳ
,
τόδε
μοι
κρήηνον
ἐέλδωρ
·
τίμησόν
μοι
υἱὸν
ὃς
ὠκυμορώτατος
ἄλλων
505
ἔπλετʼ
·
ἀτάρ
μιν
νῦν
γε
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
ἠτίμησεν
·
ἑλὼν
γὰρ
ἔχει
γέρας
αὐτὸς
ἀπούρας
.
ἀλλὰ
σύ
πέρ
μιν
τῖσον
Ὀλύμπιε
μητίετα
Ζεῦ
·
τόφρα
δʼ
ἐπὶ
Τρώεσσι
τίθει
κράτος
ὄφρʼ
ἂν
Ἀχαιοὶ
υἱὸν
ἐμὸν
τίσωσιν
ὀφέλλωσίν
τέ
ἑ
τιμῇ
.
510
ὣς
φάτο
·
τὴν
δʼ
οὔ
τι
προσέφη
νεφεληγερέτα
Ζεύς
,
ἀλλʼ
ἀκέων
δὴν
ἧστο
·
Θέτις
δʼ
ὡς
ἥψατο
γούνων
ὣς
ἔχετʼ
ἐμπεφυυῖα
,
καὶ
εἴρετο
δεύτερον
αὖτις
·
νημερτὲς
μὲν
δή
μοι
ὑπόσχεο
καὶ
κατάνευσον
ἢ
ἀπόειπʼ
,
ἐπεὶ
οὔ
τοι
ἔπι
δέος
,
ὄφρʼ
ἐῢ
εἰδέω
515
ὅσσον
ἐγὼ
μετὰ
πᾶσιν
ἀτιμοτάτη
θεός
εἰμι
.
τὴν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
νεφεληγερέτα
Ζεύς
·
ἦ
δὴ
λοίγια
ἔργʼ
ὅ
τέ
μʼ
ἐχθοδοπῆσαι
ἐφήσεις
Ἥρῃ
ὅτʼ
ἄν
μʼ
ἐρέθῃσιν
ὀνειδείοις
ἐπέεσσιν
·
ἣ
δὲ
καὶ
αὔτως
μʼ
αἰεὶ
ἐν
ἀθανάτοισι
θεοῖσι
520
νεικεῖ
,
καί
τέ
μέ
φησι
μάχῃ
Τρώεσσιν
ἀρήγειν
.
ἀλλὰ
σὺ
μὲν
νῦν
αὖτις
ἀπόστιχε
μή
τι
νοήσῃ
Ἥρη
·
ἐμοὶ
δέ
κε
ταῦτα
μελήσεται
ὄφρα
τελέσσω
·
εἰ
δʼ
ἄγε
τοι
κεφαλῇ
κατανεύσομαι
ὄφρα
πεποίθῃς
·
τοῦτο
γὰρ
ἐξ
ἐμέθεν
γε
μετʼ
ἀθανάτοισι
μέγιστον
525
τέκμωρ
·
οὐ
γὰρ
ἐμὸν
παλινάγρετον
οὐδʼ
ἀπατηλὸν
οὐδʼ
ἀτελεύτητον
ὅ
τί
κεν
κεφαλῇ
κατανεύσω
.
ἦ
καὶ
κυανέῃσιν
ἐπʼ
ὀφρύσι
νεῦσε
Κρονίων
·
ἀμβρόσιαι
δʼ
ἄρα
χαῖται
ἐπερρώσαντο
ἄνακτος
κρατὸς
ἀπʼ
ἀθανάτοιο
·
μέγαν
δʼ
ἐλέλιξεν
Ὄλυμπον
.
530
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.