ἄλλοι
μέν
ῥα
θεοί
τε
καὶ
ἀνέρες
ἱπποκορυσταὶ
εὗδον
παννύχιοι
μαλακῷ
δεδμημένοι
ὕπνῳ
·
ἀλλʼ
οὐχ
Ἑρμείαν
ἐριούνιον
ὕπνος
ἔμαρπτεν
ὁρμαίνοντʼ
ἀνὰ
θυμὸν
ὅπως
Πρίαμον
βασιλῆα
680
νηῶν
ἐκπέμψειε
λαθὼν
ἱεροὺς
πυλαωρούς
.
στῆ
δʼ
ἄρʼ
ὑπὲρ
κεφαλῆς
καί
μιν
πρὸς
μῦθον
ἔειπεν
·
ὦ
γέρον
οὔ
νύ
τι
σοί
γε
μέλει
κακόν
,
οἷον
ἔθʼ
εὕδεις
ἀνδράσιν
ἐν
δηΐοισιν
,
ἐπεί
σʼ
εἴασεν
Ἀχιλλεύς
.
καὶ
νῦν
μὲν
φίλον
υἱὸν
ἐλύσαο
,
πολλὰ
δʼ
ἔδωκας
·
685
σεῖο
δέ
κε
ζωοῦ
καὶ
τρὶς
τόσα
δοῖεν
ἄποινα
παῖδες
τοὶ
μετόπισθε
λελειμμένοι
,
αἴ
κʼ
Ἀγαμέμνων
γνώῃ
σʼ
Ἀτρεΐδης
,
γνώωσι
δὲ
πάντες
Ἀχαιοί
.
ὣς
ἔφατʼ
,
ἔδεισεν
δʼ
ὃ
γέρων
,
κήρυκα
δʼ
ἀνίστη
.
τοῖσιν
δʼ
Ἑρμείας
ζεῦξʼ
ἵππους
ἡμιόνους
τε
,
690
ῥίμφα
δʼ
ἄρʼ
αὐτὸς
ἔλαυνε
κατὰ
στρατόν
,
οὐδέ
τις
ἔγνω
.
ἀλλʼ
ὅτε
δὴ
πόρον
ἷξον
ἐϋρρεῖος
ποταμοῖο
Ξάνθου
δινήεντος
,
ὃν
ἀθάνατος
τέκετο
Ζεύς
,
Ἑρμείας
μὲν
ἔπειτʼ
ἀπέβη
πρὸς
μακρὸν
Ὄλυμπον
,
Ἠὼς
δὲ
κροκόπεπλος
ἐκίδνατο
πᾶσαν
ἐπʼ
αἶαν
,
695
οἳ
δʼ
εἰς
ἄστυ
ἔλων
οἰμωγῇ
τε
στοναχῇ
τε
ἵππους
,
ἡμίονοι
δὲ
νέκυν
φέρον
.
οὐδέ
τις
ἄλλος
ἔγνω
πρόσθʼ
ἀνδρῶν
καλλιζώνων
τε
γυναικῶν
,
ἀλλʼ
ἄρα
Κασσάνδρη
ἰκέλη
χρυσῇ
Ἀφροδίτῃ
Πέργαμον
εἰσαναβᾶσα
φίλον
πατέρʼ
εἰσενόησεν
700
ἑσταότʼ
ἐν
δίφρῳ
,
κήρυκά
τε
ἀστυβοώτην
·
τὸν
δʼ
ἄρʼ
ἐφʼ
ἡμιόνων
ἴδε
κείμενον
ἐν
λεχέεσσι
·
κώκυσέν
τʼ
ἄρʼ
ἔπειτα
γέγωνέ
τε
πᾶν
κατὰ
ἄστυ
·
ὄψεσθε
Τρῶες
καὶ
Τρῳάδες
Ἕκτορʼ
ἰόντες
,
εἴ
ποτε
καὶ
ζώοντι
μάχης
ἐκνοστήσαντι
705
χαίρετʼ
,
ἐπεὶ
μέγα
χάρμα
πόλει
τʼ
ἦν
παντί
τε
δήμῳ
.
ὣς
ἔφατʼ
,
οὐδέ
τις
αὐτόθʼ
ἐνὶ
πτόλεϊ
λίπετʼ
ἀνὴρ
οὐδὲ
γυνή
·
πάντας
γὰρ
ἀάσχετον
ἵκετο
πένθος
·
ἀγχοῦ
δὲ
ξύμβληντο
πυλάων
νεκρὸν
ἄγοντι
.
πρῶται
τόν
γʼ
ἄλοχός
τε
φίλη
καὶ
πότνια
μήτηρ
710
τιλλέσθην
ἐπʼ
ἄμαξαν
ἐΰτροχον
ἀΐξασαι
ἁπτόμεναι
κεφαλῆς
·
κλαίων
δʼ
ἀμφίσταθʼ
ὅμιλος
.
καί
νύ
κε
δὴ
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
Ἕκτορα
δάκρυ
χέοντες
ὀδύροντο
πρὸ
πυλάων
,
εἰ
μὴ
ἄρʼ
ἐκ
δίφροιο
γέρων
λαοῖσι
μετηύδα
·
715
εἴξατέ
μοι
οὐρεῦσι
διελθέμεν
·
αὐτὰρ
ἔπειτα
ἄσεσθε
κλαυθμοῖο
,
ἐπὴν
ἀγάγωμι
δόμον
δέ
.
ὣς
ἔφαθʼ
,
οἳ
δὲ
διέστησαν
καὶ
εἶξαν
ἀπήνῃ
.
οἳ
δʼ
ἐπεὶ
εἰσάγαγον
κλυτὰ
δώματα
,
τὸν
μὲν
ἔπειτα
τρητοῖς
ἐν
λεχέεσσι
θέσαν
,
παρὰ
δʼ
εἷσαν
ἀοιδοὺς
720
θρήνων
ἐξάρχους
,
οἵ
τε
στονόεσσαν
ἀοιδὴν
οἳ
μὲν
ἄρʼ
ἐθρήνεον
,
ἐπὶ
δὲ
στενάχοντο
γυναῖκες
.
τῇσιν
δʼ
Ἀνδρομάχη
λευκώλενος
ἦρχε
γόοιο
Ἕκτορος
ἀνδροφόνοιο
κάρη
μετὰ
χερσὶν
ἔχουσα
·
ἆνερ
ἀπʼ
αἰῶνος
νέος
ὤλεο
,
κὰδ
δέ
με
χήρην
725
λείπεις
ἐν
μεγάροισι
·
πάϊς
δʼ
ἔτι
νήπιος
αὔτως
ὃν
τέκομεν
σύ
τʼ
ἐγώ
τε
δυσάμμοροι
,
οὐδέ
μιν
οἴω
ἥβην
ἵξεσθαι
·
πρὶν
γὰρ
πόλις
ἥδε
κατʼ
ἄκρης
πέρσεται
·
ἦ
γὰρ
ὄλωλας
ἐπίσκοπος
,
ὅς
τέ
μιν
αὐτὴν
ῥύσκευ
,
ἔχες
δʼ
ἀλόχους
κεδνὰς
καὶ
νήπια
τέκνα
,
730
αἳ
δή
τοι
τάχα
νηυσὶν
ὀχήσονται
γλαφυρῇσι
,
καὶ
μὲν
ἐγὼ
μετὰ
τῇσι
·
σὺ
δʼ
αὖ
τέκος
ἢ
ἐμοὶ
αὐτῇ
ἕψεαι
,
ἔνθά
κεν
ἔργα
ἀεικέα
ἐργάζοιο
ἀθλεύων
πρὸ
ἄνακτος
ἀμειλίχου
,
ἤ
τις
Ἀχαιῶν
ῥίψει
χειρὸς
ἑλὼν
ἀπὸ
πύργου
λυγρὸν
ὄλεθρον
735
χωόμενος
,
ᾧ
δή
που
ἀδελφεὸν
ἔκτανεν
Ἕκτωρ
ἢ
πατέρʼ
ἠὲ
καὶ
υἱόν
,
ἐπεὶ
μάλα
πολλοὶ
Ἀχαιῶν
Ἕκτορος
ἐν
παλάμῃσιν
ὀδὰξ
ἕλον
ἄσπετον
οὖδας
.
οὐ
γὰρ
μείλιχος
ἔσκε
πατὴρ
τεὸς
ἐν
δαῒ
λυγρῇ
·
τὼ
καί
μιν
λαοὶ
μὲν
ὀδύρονται
κατὰ
ἄστυ
,
740
ἀρητὸν
δὲ
τοκεῦσι
γόον
καὶ
πένθος
ἔθηκας
Ἕκτορ
·
ἐμοὶ
δὲ
μάλιστα
λελείψεται
ἄλγεα
λυγρά
.
οὐ
γάρ
μοι
θνῄσκων
λεχέων
ἐκ
χεῖρας
ὄρεξας
,
οὐδέ
τί
μοι
εἶπες
πυκινὸν
ἔπος
,
οὗ
τέ
κεν
αἰεὶ
μεμνῄμην
νύκτάς
τε
καὶ
ἤματα
δάκρυ
χέουσα
.
745
ὣς
ἔφατο
κλαίουσʼ
,
ἐπὶ
δὲ
στενάχοντο
γυναῖκες
.
τῇσιν
δʼ
αὖθʼ
Ἑκάβη
ἁδινοῦ
ἐξῆρχε
γόοιο
·
Ἕκτορ
ἐμῷ
θυμῷ
πάντων
πολὺ
φίλτατε
παίδων
,
ἦ
μέν
μοι
ζωός
περ
ἐὼν
φίλος
ἦσθα
θεοῖσιν
·
οἳ
δʼ
ἄρα
σεῦ
κήδοντο
καὶ
ἐν
θανάτοιό
περ
αἴσῃ
.
750
ἄλλους
μὲν
γὰρ
παῖδας
ἐμοὺς
πόδας
ὠκὺς
Ἀχιλλεὺς
πέρνασχʼ
ὅν
τινʼ
ἕλεσκε
πέρην
ἁλὸς
ἀτρυγέτοιο
,
ἐς
Σάμον
ἔς
τʼ
Ἴμβρον
καὶ
Λῆμνον
ἀμιχθαλόεσσαν
·
σεῦ
δʼ
ἐπεὶ
ἐξέλετο
ψυχὴν
ταναήκεϊ
χαλκῷ
,
πολλὰ
ῥυστάζεσκεν
ἑοῦ
περὶ
σῆμʼ
ἑτάροιο
755
Πατρόκλου
,
τὸν
ἔπεφνες
·
ἀνέστησεν
δέ
μιν
οὐδʼ
ὧς
.
νῦν
δέ
μοι
ἑρσήεις
καὶ
πρόσφατος
ἐν
μεγάροισι
κεῖσαι
,
τῷ
ἴκελος
ὅν
τʼ
ἀργυρότοξος
Ἀπόλλων
οἷς
ἀγανοῖσι
βέλεσσιν
ἐποιχόμενος
κατέπεφνεν
.
ὣς
ἔφατο
κλαίουσα
,
γόον
δʼ
ἀλίαστον
ὄρινε
.
760
τῇσι
δʼ
ἔπειθʼ
Ἑλένη
τριτάτη
ἐξῆρχε
γόοιο
·
Ἕκτορ
ἐμῷ
θυμῷ
δαέρων
πολὺ
φίλτατε
πάντων
,
ἦ
μέν
μοι
πόσις
ἐστὶν
Ἀλέξανδρος
θεοειδής
,
ὅς
μʼ
ἄγαγε
Τροίηνδʼ
·
ὡς
πρὶν
ὤφελλον
ὀλέσθαι
.
ἤδη
γὰρ
νῦν
μοι
τόδε
εἰκοστὸν
ἔτος
ἐστὶν
765
ἐξ
οὗ
κεῖθεν
ἔβην
καὶ
ἐμῆς
ἀπελήλυθα
πάτρης
·
ἀλλʼ
οὔ
πω
σεῦ
ἄκουσα
κακὸν
ἔπος
οὐδʼ
ἀσύφηλον
·
ἀλλʼ
εἴ
τίς
με
καὶ
ἄλλος
ἐνὶ
μεγάροισιν
ἐνίπτοι
δαέρων
ἢ
γαλόων
ἢ
εἰνατέρων
εὐπέπλων
,
ἢ
ἑκυρή
,
ἑκυρὸς
δὲ
πατὴρ
ὣς
ἤπιος
αἰεί
,
770
ἀλλὰ
σὺ
τὸν
ἐπέεσσι
παραιφάμενος
κατέρυκες
σῇ
τʼ
ἀγανοφροσύνῃ
καὶ
σοῖς
ἀγανοῖς
ἐπέεσσι
.
τὼ
σέ
θʼ
ἅμα
κλαίω
καὶ
ἔμʼ
ἄμμορον
ἀχνυμένη
κῆρ
·
οὐ
γάρ
τίς
μοι
ἔτʼ
ἄλλος
ἐνὶ
Τροίῃ
εὐρείῃ
ἤπιος
οὐδὲ
φίλος
,
πάντες
δέ
με
πεφρίκασιν
.
775
ὣς
ἔφατο
κλαίουσʼ
,
ἐπὶ
δʼ
ἔστενε
δῆμος
ἀπείρων
.
λαοῖσιν
δʼ
ὃ
γέρων
Πρίαμος
μετὰ
μῦθον
ἔειπεν
·
ἄξετε
νῦν
Τρῶες
ξύλα
ἄστυ
δέ
,
μὴ
δέ
τι
θυμῷ
δείσητʼ
Ἀργείων
πυκινὸν
λόχον
·
ἦ
γὰρ
Ἀχιλλεὺς
πέμπων
μʼ
ὧδʼ
ἐπέτελλε
μελαινάων
ἀπὸ
νηῶν
780
μὴ
πρὶν
πημανέειν
πρὶν
δωδεκάτη
μόλῃ
ἠώς
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ὑπʼ
ἀμάξῃσιν
βόας
ἡμιόνους
τε
ζεύγνυσαν
,
αἶψα
δʼ
ἔπειτα
πρὸ
ἄστεος
ἠγερέθοντο
.
ἐννῆμαρ
μὲν
τοί
γε
ἀγίνεον
ἄσπετον
ὕλην
·
ἀλλʼ
ὅτε
δὴ
δεκάτη
ἐφάνη
φαεσίμβροτος
ἠώς
,
785
καὶ
τότʼ
ἄρʼ
ἐξέφερον
θρασὺν
Ἕκτορα
δάκρυ
χέοντες
,
ἐν
δὲ
πυρῇ
ὑπάτῃ
νεκρὸν
θέσαν
,
ἐν
δʼ
ἔβαλον
πῦρ
.
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
τῆμος
ἄρʼ
ἀμφὶ
πυρὴν
κλυτοῦ
Ἕκτορος
ἔγρετο
λαός
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἤγερθεν
ὁμηγερέες
τʼ
ἐγένοντο
790
πρῶτον
μὲν
κατὰ
πυρκαϊὴν
σβέσαν
αἴθοπι
οἴνῳ
πᾶσαν
,
ὁπόσσον
ἐπέσχε
πυρὸς
μένος
·
αὐτὰρ
ἔπειτα
ὀστέα
λευκὰ
λέγοντο
κασίγνητοί
θʼ
ἕταροί
τε
μυρόμενοι
,
θαλερὸν
δὲ
κατείβετο
δάκρυ
παρειῶν
.
καὶ
τά
γε
χρυσείην
ἐς
λάρνακα
θῆκαν
ἑλόντες
795
πορφυρέοις
πέπλοισι
καλύψαντες
μαλακοῖσιν
.
αἶψα
δʼ
ἄρʼ
ἐς
κοίλην
κάπετον
θέσαν
,
αὐτὰρ
ὕπερθε
πυκνοῖσιν
λάεσσι
κατεστόρεσαν
μεγάλοισι
·
ῥίμφα
δὲ
σῆμʼ
ἔχεαν
,
περὶ
δὲ
σκοποὶ
ἥατο
πάντῃ
,
μὴ
πρὶν
ἐφορμηθεῖεν
ἐϋκνήμιδες
Ἀχαιοί
.
800
χεύαντες
δὲ
τὸ
σῆμα
πάλιν
κίον
·
αὐτὰρ
ἔπειτα
εὖ
συναγειρόμενοι
δαίνυντʼ
ἐρικυδέα
δαῖτα
δώμασιν
ἐν
Πριάμοιο
διοτρεφέος
βασιλῆος
.
ὣς
οἵ
γʼ
ἀμφίεπον
τάφον
Ἕκτορος
ἱπποδάμοιο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.