ἔνθʼ
Ἀμαρυγκείδην
Διώρεα
μοῖρα
πέδησε
·
χερμαδίῳ
γὰρ
βλῆτο
παρὰ
σφυρὸν
ὀκριόεντι
κνήμην
δεξιτερήν
·
βάλε
δὲ
Θρῃκῶν
ἀγὸς
ἀνδρῶν
Πείρως
Ἰμβρασίδης
ὃς
ἄρʼ
Αἰνόθεν
εἰληλούθει
.
520
ἀμφοτέρω
δὲ
τένοντε
καὶ
ὀστέα
λᾶας
ἀναιδὴς
ἄχρις
ἀπηλοίησεν
·
ὃ
δʼ
ὕπτιος
ἐν
κονίῃσι
κάππεσεν
ἄμφω
χεῖρε
φίλοις
ἑτάροισι
πετάσσας
θυμὸν
ἀποπνείων
·
ὃ
δʼ
ἐπέδραμεν
ὅς
ῥʼ
ἔβαλέν
περ
Πείροος
,
οὖτα
δὲ
δουρὶ
παρʼ
ὀμφαλόν
·
ἐκ
δʼ
ἄρα
πᾶσαι
525
χύντο
χαμαὶ
χολάδες
,
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψε
.
τὸν
δὲ
Θόας
Αἰτωλὸς
ἀπεσσύμενον
βάλε
δουρὶ
στέρνον
ὑπὲρ
μαζοῖο
,
πάγη
δʼ
ἐν
πνεύμονι
χαλκός
·
ἀγχίμολον
δέ
οἱ
ἦλθε
Θόας
,
ἐκ
δʼ
ὄβριμον
ἔγχος
ἐσπάσατο
στέρνοιο
,
ἐρύσσατο
δὲ
ξίφος
ὀξύ
,
530
τῷ
ὅ
γε
γαστέρα
τύψε
μέσην
,
ἐκ
δʼ
αἴνυτο
θυμόν
.
τεύχεα
δʼ
οὐκ
ἀπέδυσε
·
περίστησαν
γὰρ
ἑταῖροι
Θρήϊκες
ἀκρόκομοι
δολίχʼ
ἔγχεα
χερσὶν
ἔχοντες
,
οἵ
ἑ
μέγαν
περ
ἐόντα
καὶ
ἴφθιμον
καὶ
ἀγαυὸν
ὦσαν
ἀπὸ
σφείων
·
ὃ
δὲ
χασσάμενος
πελεμίχθη
.
535
ὣς
τώ
γʼ
ἐν
κονίῃσι
παρʼ
ἀλλήλοισι
τετάσθην
,
ἤτοι
ὃ
μὲν
Θρῃκῶν
,
ὃ
δʼ
Ἐπειῶν
χαλκοχιτώνων
ἡγεμόνες
·
πολλοὶ
δὲ
περὶ
κτείνοντο
καὶ
ἄλλοι
.
ἔνθά
κεν
οὐκέτι
ἔργον
ἀνὴρ
ὀνόσαιτο
μετελθών
,
ὅς
τις
ἔτʼ
ἄβλητος
καὶ
ἀνούτατος
ὀξέϊ
χαλκῷ
540
δινεύοι
κατὰ
μέσσον
,
ἄγοι
δέ
ἑ
Παλλὰς
Ἀθήνη
χειρὸς
ἑλοῦσʼ
,
αὐτὰρ
βελέων
ἀπερύκοι
ἐρωήν
·
πολλοὶ
γὰρ
Τρώων
καὶ
Ἀχαιῶν
ἤματι
κείνῳ
πρηνέες
ἐν
κονίῃσι
παρʼ
ἀλλήλοισι
τέταντο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.