Πάτροκλος
δὲ
πρῶτος
ἀκόντισε
δουρὶ
φαεινῷ
ἀντικρὺ
κατὰ
μέσσον
,
ὅθι
πλεῖστοι
κλονέοντο
,
285
νηῒ
πάρα
πρυμνῇ
μεγαθύμου
Πρωτεσιλάου
,
καὶ
βάλε
Πυραίχμην
,
ὃς
Παίονας
ἱπποκορυστὰς
ἤγαγεν
ἐξ
Ἀμυδῶνος
ἀπʼ
Ἀξιοῦ
εὐρὺ
ῥέοντος
·
τὸν
βάλε
δεξιὸν
ὦμον
·
ὃ
δʼ
ὕπτιος
ἐν
κονίῃσι
κάππεσεν
οἰμώξας
,
ἕταροι
δέ
μιν
ἀμφεφόβηθεν
290
Παίονες
·
ἐν
γὰρ
Πάτροκλος
φόβον
ἧκεν
ἅπασιν
ἡγεμόνα
κτείνας
,
ὃς
ἀριστεύεσκε
μάχεσθαι
.
ἐκ
νηῶν
δʼ
ἔλασεν
,
κατὰ
δʼ
ἔσβεσεν
αἰθόμενον
πῦρ
.
ἡμιδαὴς
δʼ
ἄρα
νηῦς
λίπετʼ
αὐτόθι
·
τοὶ
δὲ
φόβηθεν
Τρῶες
θεσπεσίῳ
ὁμάδῳ
·
Δαναοὶ
δʼ
ἐπέχυντο
295
νῆας
ἀνὰ
γλαφυράς
·
ὅμαδος
δʼ
ἀλίαστος
ἐτύχθη
.
ὡς
δʼ
ὅτʼ
ἀφʼ
ὑψηλῆς
κορυφῆς
ὄρεος
μεγάλοιο
κινήσῃ
πυκινὴν
νεφέλην
στεροπηγερέτα
Ζεύς
,
ἔκ
τʼ
ἔφανεν
πᾶσαι
σκοπιαὶ
καὶ
πρώονες
ἄκροι
καὶ
νάπαι
,
οὐρανόθεν
δʼ
ἄρʼ
ὑπερράγη
ἄσπετος
αἰθήρ
,
300
ὣς
Δαναοὶ
νηῶν
μὲν
ἀπωσάμενοι
δήϊον
πῦρ
τυτθὸν
ἀνέπνευσαν
,
πολέμου
δʼ
οὐ
γίγνετʼ
ἐρωή
·
οὐ
γάρ
πώ
τι
Τρῶες
ἀρηϊφίλων
ὑπʼ
Ἀχαιῶν
προτροπάδην
φοβέοντο
μελαινάων
ἀπὸ
νηῶν
,
ἀλλʼ
ἔτʼ
ἄρʼ
ἀνθίσταντο
,
νεῶν
δʼ
ὑπόεικον
ἀνάγκῃ
.
305
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.