τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
κρείων
Ἀγαμέμνων
·
χρεὼ
βουλῆς
ἐμὲ
καὶ
σὲ
διοτρεφὲς
ὦ
Μενέλαε
κερδαλέης
,
ἥ
τίς
κεν
ἐρύσσεται
ἠδὲ
σαώσει
Ἀργείους
καὶ
νῆας
,
ἐπεὶ
Διὸς
ἐτράπετο
φρήν
.
45
Ἑκτορέοις
ἄρα
μᾶλλον
ἐπὶ
φρένα
θῆχʼ
ἱεροῖσιν
·
οὐ
γάρ
πω
ἰδόμην
,
οὐδʼ
ἔκλυον
αὐδήσαντος
ἄνδρʼ
ἕνα
τοσσάδε
μέρμερʼ
ἐπʼ
ἤματι
μητίσασθαι
,
ὅσσʼ
Ἕκτωρ
ἔρρεξε
Διῒ
φίλος
υἷας
Ἀχαιῶν
αὔτως
,
οὔτε
θεᾶς
υἱὸς
φίλος
οὔτε
θεοῖο
.
50
ἔργα
δʼ
ἔρεξʼ
ὅσα
φημὶ
μελησέμεν
Ἀργείοισι
δηθά
τε
καὶ
δολιχόν
·
τόσα
γὰρ
κακὰ
μήσατʼ
Ἀχαιούς
.
ἀλλʼ
ἴθι
νῦν
Αἴαντα
καὶ
Ἰδομενῆα
κάλεσσον
ῥίμφα
θέων
παρὰ
νῆας
·
ἐγὼ
δʼ
ἐπὶ
Νέστορα
δῖον
εἶμι
,
καὶ
ὀτρυνέω
ἀνστήμεναι
,
αἴ
κʼ
ἐθέλῃσιν
55
ἐλθεῖν
ἐς
φυλάκων
ἱερὸν
τέλος
ἠδʼ
ἐπιτεῖλαι
.
κείνῳ
γάρ
κε
μάλιστα
πιθοίατο
·
τοῖο
γὰρ
υἱὸς
σημαίνει
φυλάκεσσι
καὶ
Ἰδομενῆος
ὀπάων
Μηριόνης
·
τοῖσιν
γὰρ
ἐπετράπομέν
γε
μάλιστα
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
βοὴν
ἀγαθὸς
Μενέλαος
·
60
πῶς
γάρ
μοι
μύθῳ
ἐπιτέλλεαι
ἠδὲ
κελεύεις
;
αὖθι
μένω
μετὰ
τοῖσι
δεδεγμένος
εἰς
ὅ
κεν
ἔλθῃς
,
ἦε
θέω
μετὰ
σʼ
αὖτις
,
ἐπὴν
εὖ
τοῖς
ἐπιτείλω
;
τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
,
αὖθι
μένειν
,
μή
πως
ἀβροτάξομεν
ἀλλήλοιιν
65
ἐρχομένω
·
πολλαὶ
γὰρ
ἀνὰ
στρατόν
εἰσι
κέλευθοι
.
φθέγγεο
δʼ
ᾗ
κεν
ἴῃσθα
καὶ
ἐγρήγορθαι
ἄνωχθι
πατρόθεν
ἐκ
γενεῆς
ὀνομάζων
ἄνδρα
ἕκαστον
πάντας
κυδαίνων
·
μηδὲ
μεγαλίζεο
θυμῷ
,
ἀλλὰ
καὶ
αὐτοί
περ
πονεώμεθα
·
ὧδέ
που
ἄμμι
70
Ζεὺς
ἐπὶ
γιγνομένοισιν
ἵει
κακότητα
βαρεῖαν
.
ὣς
εἰπὼν
ἀπέπεμπεν
ἀδελφεὸν
εὖ
ἐπιτείλας
·
αὐτὰρ
ὃ
βῆ
ῥʼ
ἰέναι
μετὰ
Νέστορα
ποιμένα
λαῶν
·
τὸν
δʼ
εὗρεν
παρά
τε
κλισίῃ
καὶ
νηῒ
μελαίνῃ
εὐνῇ
ἔνι
μαλακῇ
·
παρὰ
δʼ
ἔντεα
ποικίλʼ
ἔκειτο
75
ἀσπὶς
καὶ
δύο
δοῦρε
φαεινή
τε
τρυφάλεια
.
πὰρ
δὲ
ζωστὴρ
κεῖτο
παναίολος
,
ᾧ
ῥʼ
ὁ
γεραιὸς
ζώννυθʼ
ὅτʼ
ἐς
πόλεμον
φθισήνορα
θωρήσσοιτο
λαὸν
ἄγων
,
ἐπεὶ
οὐ
μὲν
ἐπέτρεπε
γήραϊ
λυγρῷ
.
ὀρθωθεὶς
δʼ
ἄρʼ
ἐπʼ
ἀγκῶνος
κεφαλὴν
ἐπαείρας
80
Ἀτρεΐδην
προσέειπε
καὶ
ἐξερεείνετο
μύθῳ
·
τίς
δʼ
οὗτος
κατὰ
νῆας
ἀνὰ
στρατὸν
ἔρχεαι
οἶος
νύκτα
διʼ
ὀρφναίην
,
ὅτε
θʼ
εὕδουσι
βροτοὶ
ἄλλοι
,
ἠέ
τινʼ
οὐρήων
διζήμενος
,
ἤ
τινʼ
ἑταίρων
;
φθέγγεο
,
μηδʼ
ἀκέων
ἐπʼ
ἔμʼ
ἔρχεο
·
τίπτε
δέ
σε
χρεώ
;
85
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ὦ
Νέστορ
Νηληϊάδη
μέγα
κῦδος
Ἀχαιῶν
γνώσεαι
Ἀτρεΐδην
Ἀγαμέμνονα
,
τὸν
περὶ
πάντων
Ζεὺς
ἐνέηκε
πόνοισι
διαμπερὲς
εἰς
ὅ
κʼ
ἀϋτμὴ
ἐν
στήθεσσι
μένῃ
καί
μοι
φίλα
γούνατʼ
ὀρώρῃ
.
90
πλάζομαι
ὧδʼ
ἐπεὶ
οὔ
μοι
ἐπʼ
ὄμμασι
νήδυμος
ὕπνος
ἱζάνει
,
ἀλλὰ
μέλει
πόλεμος
καὶ
κήδεʼ
Ἀχαιῶν
.
αἰνῶς
γὰρ
Δαναῶν
περιδείδια
,
οὐδέ
μοι
ἦτορ
ἔμπεδον
,
ἀλλʼ
ἀλαλύκτημαι
,
κραδίη
δέ
μοι
ἔξω
στηθέων
ἐκθρῴσκει
,
τρομέει
δʼ
ὑπὸ
φαίδιμα
γυῖα
.
95
ἀλλʼ
εἴ
τι
δραίνεις
,
ἐπεὶ
οὐδὲ
σέ
γʼ
ὕπνος
ἱκάνει
,
δεῦρʼ
ἐς
τοὺς
φύλακας
καταβήομεν
,
ὄφρα
ἴδωμεν
μὴ
τοὶ
μὲν
καμάτῳ
ἀδηκότες
ἠδὲ
καὶ
ὕπνῳ
κοιμήσωνται
,
ἀτὰρ
φυλακῆς
ἐπὶ
πάγχυ
λάθωνται
.
δυσμενέες
δʼ
ἄνδρες
σχεδὸν
εἵαται
·
οὐδέ
τι
ἴδμεν
100
μή
πως
καὶ
διὰ
νύκτα
μενοινήσωσι
μάχεσθαι
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
Ἀτρεΐδη
κύδιστε
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
οὔ
θην
Ἕκτορι
πάντα
νοήματα
μητίετα
Ζεὺς
ἐκτελέει
,
ὅσα
πού
νυν
ἐέλπεται
·
ἀλλά
μιν
οἴω
105
κήδεσι
μοχθήσειν
καὶ
πλείοσιν
,
εἴ
κεν
Ἀχιλλεὺς
ἐκ
χόλου
ἀργαλέοιο
μεταστρέψῃ
φίλον
ἦτορ
.
σοὶ
δὲ
μάλʼ
ἕψομʼ
ἐγώ
·
ποτὶ
δʼ
αὖ
καὶ
ἐγείρομεν
ἄλλους
ἠμὲν
Τυδεΐδην
δουρὶ
κλυτὸν
ἠδʼ
Ὀδυσῆα
ἠδʼ
Αἴαντα
ταχὺν
καὶ
Φυλέος
ἄλκιμον
υἱόν
.
110
ἀλλʼ
εἴ
τις
καὶ
τούσδε
μετοιχόμενος
καλέσειεν
ἀντίθεόν
τʼ
Αἴαντα
καὶ
Ἰδομενῆα
ἄνακτα
·
τῶν
γὰρ
νῆες
ἔασιν
ἑκαστάτω
,
οὐδὲ
μάλʼ
ἐγγύς
.
ἀλλὰ
φίλον
περ
ἐόντα
καὶ
αἰδοῖον
Μενέλαον
νεικέσω
,
εἴ
πέρ
μοι
νεμεσήσεαι
,
οὐδʼ
ἐπικεύσω
115
ὡς
εὕδει
,
σοὶ
δʼ
οἴῳ
ἐπέτρεψεν
πονέεσθαι
.
νῦν
ὄφελεν
κατὰ
πάντας
ἀριστῆας
πονέεσθαι
λισσόμενος
·
χρειὼ
γὰρ
ἱκάνεται
οὐκέτʼ
ἀνεκτός
.
τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
ὦ
γέρον
ἄλλοτε
μέν
σε
καὶ
αἰτιάασθαι
ἄνωγα
·
120
πολλάκι
γὰρ
μεθιεῖ
τε
καὶ
οὐκ
ἐθέλει
πονέεσθαι
οὔτʼ
ὄκνῳ
εἴκων
οὔτʼ
ἀφραδίῃσι
νόοιο
,
ἀλλʼ
ἐμέ
τʼ
εἰσορόων
καὶ
ἐμὴν
ποτιδέγμενος
ὁρμήν
.
νῦν
δʼ
ἐμέο
πρότερος
μάλʼ
ἐπέγρετο
καί
μοι
ἐπέστη
·
τὸν
μὲν
ἐγὼ
προέηκα
καλήμεναι
οὓς
σὺ
μεταλλᾷς
.
125
ἀλλʼ
ἴομεν
·
κείνους
δὲ
κιχησόμεθα
πρὸ
πυλάων
ἐν
φυλάκεσσʼ
,
ἵνα
γάρ
σφιν
ἐπέφραδον
ἠγερέθεσθαι
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
οὕτως
οὔ
τίς
οἱ
νεμεσήσεται
οὐδʼ
ἀπιθήσει
Ἀργείων
,
ὅτε
κέν
τινʼ
ἐποτρύνῃ
καὶ
ἀνώγῃ
.
130
ὣς
εἰπὼν
ἔνδυνε
περὶ
στήθεσσι
χιτῶνα
,
ποσσὶ
δʼ
ὑπὸ
λιπαροῖσιν
ἐδήσατο
καλὰ
πέδιλα
,
ἀμφὶ
δʼ
ἄρα
χλαῖναν
περονήσατο
φοινικόεσσαν
διπλῆν
ἐκταδίην
,
οὔλη
δʼ
ἐπενήνοθε
λάχνη
.
εἵλετο
δʼ
ἄλκιμον
ἔγχος
ἀκαχμένον
ὀξέϊ
χαλκῷ
,
135
βῆ
δʼ
ἰέναι
κατὰ
νῆας
Ἀχαιῶν
χαλκοχιτώνων
.
πρῶτον
ἔπειτʼ
Ὀδυσῆα
Διὶ
μῆτιν
ἀτάλαντον
ἐξ
ὕπνου
ἀνέγειρε
Γερήνιος
ἱππότα
Νέστωρ
φθεγξάμενος
·
τὸν
δʼ
αἶψα
περὶ
φρένας
ἤλυθʼ
ἰωή
,
ἐκ
δʼ
ἦλθε
κλισίης
καί
σφεας
πρὸς
μῦθον
ἔειπε
·
140
τίφθʼ
οὕτω
κατὰ
νῆας
ἀνὰ
στρατὸν
οἶοι
ἀλᾶσθε
νύκτα
διʼ
ἀμβροσίην
,
ὅ
τι
δὴ
χρειὼ
τόσον
ἵκει
;
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
διογενὲς
Λαερτιάδη
πολυμήχανʼ
Ὀδυσσεῦ
μὴ
νεμέσα
·
τοῖον
γὰρ
ἄχος
βεβίηκεν
Ἀχαιούς
.
145
ἀλλʼ
ἕπεʼ
,
ὄφρα
καὶ
ἄλλον
ἐγείρομεν
ὅν
τʼ
ἐπέοικε
βουλὰς
βουλεύειν
,
ἢ
φευγέμεν
ἠὲ
μάχεσθαι
.
ὣς
φάθʼ
,
ὃ
δὲ
κλισίην
δὲ
κιὼν
πολύμητις
Ὀδυσσεὺς
ποικίλον
ἀμφʼ
ὤμοισι
σάκος
θέτο
,
βῆ
δὲ
μετʼ
αὐτούς
.
βὰν
δʼ
ἐπὶ
Τυδεΐδην
Διομήδεα
·
τὸν
δὲ
κίχανον
150
ἐκτὸς
ἀπὸ
κλισίης
σὺν
τεύχεσιν
·
ἀμφὶ
δʼ
ἑταῖροι
εὗδον
,
ὑπὸ
κρασὶν
δʼ
ἔχον
ἀσπίδας
·
ἔγχεα
δέ
σφιν
ὄρθʼ
ἐπὶ
σαυρωτῆρος
ἐλήλατο
,
τῆλε
δὲ
χαλκὸς
λάμφʼ
ὥς
τε
στεροπὴ
πατρὸς
Διός
·
αὐτὰρ
ὅ
γʼ
ἥρως
εὗδʼ
,
ὑπὸ
δʼ
ἔστρωτο
ῥινὸν
βοὸς
ἀγραύλοιο
,
155
αὐτὰρ
ὑπὸ
κράτεσφι
τάπης
τετάνυστο
φαεινός
.
τὸν
παρστὰς
ἀνέγειρε
Γερήνιος
ἱππότα
Νέστωρ
,
λὰξ
ποδὶ
κινήσας
,
ὄτρυνέ
τε
νείκεσέ
τʼ
ἄντην
·
ἔγρεο
Τυδέος
υἱέ
·
τί
πάννυχον
ὕπνον
ἀωτεῖς
;
οὐκ
ἀΐεις
ὡς
Τρῶες
ἐπὶ
θρωσμῷ
πεδίοιο
160
εἵαται
ἄγχι
νεῶν
,
ὀλίγος
δʼ
ἔτι
χῶρος
ἐρύκει
;
ὣς
φάθʼ
,
ὃ
δʼ
ἐξ
ὕπνοιο
μάλα
κραιπνῶς
ἀνόρουσε
,
καί
μιν
φωνήσας
ἔπεα
πτερόεντα
προσηύδα
·
σχέτλιός
ἐσσι
γεραιέ
·
σὺ
μὲν
πόνου
οὔ
ποτε
λήγεις
.
οὔ
νυ
καὶ
ἄλλοι
ἔασι
νεώτεροι
υἷες
Ἀχαιῶν
165
οἵ
κεν
ἔπειτα
ἕκαστον
ἐγείρειαν
βασιλήων
πάντῃ
ἐποιχόμενοι
;
σὺ
δʼ
ἀμήχανός
ἐσσι
γεραιέ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.