τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
Πρίαμος
θεοειδής
·
ὦ
γύναι
οὐ
μέν
τοι
τόδʼ
ἐφιεμένῃ
ἀπιθήσω
.
300
ἐσθλὸν
γὰρ
Διὶ
χεῖρας
ἀνασχέμεν
αἴ
κʼ
ἐλεήσῃ
.
ἦ
ῥα
καὶ
ἀμφίπολον
ταμίην
ὄτρυνʼ
ὃ
γεραιὸς
χερσὶν
ὕδωρ
ἐπιχεῦαι
ἀκήρατον
·
ἣ
δὲ
παρέστη
χέρνιβον
ἀμφίπολος
πρόχοόν
θʼ
ἅμα
χερσὶν
ἔχουσα
.
νιψάμενος
δὲ
κύπελλον
ἐδέξατο
ἧς
ἀλόχοιο
·
305
εὔχετʼ
ἔπειτα
στὰς
μέσῳ
ἕρκεϊ
,
λεῖβε
δὲ
οἶνον
οὐρανὸν
εἰσανιδών
,
καὶ
φωνήσας
ἔπος
ηὔδα
·
Ζεῦ
πάτερ
Ἴδηθεν
μεδέων
κύδιστε
μέγιστε
δός
μʼ
ἐς
Ἀχιλλῆος
φίλον
ἐλθεῖν
ἠδʼ
ἐλεεινόν
,
πέμψον
δʼ
οἰωνὸν
ταχὺν
ἄγγελον
,
ὅς
τε
σοὶ
αὐτῷ
310
φίλτατος
οἰωνῶν
,
καί
εὑ
κράτος
ἐστὶ
μέγιστον
,
δεξιόν
,
ὄφρά
μιν
αὐτὸς
ἐν
ὀφθαλμοῖσι
νοήσας
τῷ
πίσυνος
ἐπὶ
νῆας
ἴω
Δαναῶν
ταχυπώλων
.
ὣς
ἔφατʼ
εὐχόμενος
,
τοῦ
δʼ
ἔκλυε
μητίετα
Ζεὺς
αὐτίκα
δʼ
αἰετὸν
ἧκε
τελειότατον
πετεηνῶν
315
μόρφνον
θηρητῆρ
ʼ
ὃν
καὶ
περκνὸν
καλέουσιν
.
ὅσση
δʼ
ὑψορόφοιο
θύρη
θαλάμοιο
τέτυκται
ἀνέρος
ἀφνειοῖο
ἐῢ
κληῗσʼ
ἀραρυῖα
,
τόσσʼ
ἄρα
τοῦ
ἑκάτερθεν
ἔσαν
πτερά
·
εἴσατο
δέ
σφι
δεξιὸς
ἀΐξας
διὰ
ἄστεος
·
οἳ
δὲ
ἰδόντες
320
γήθησαν
,
καὶ
πᾶσιν
ἐνὶ
φρεσὶ
θυμὸς
ἰάνθη
.
σπερχόμενος
δʼ
ὃ
γεραιὸς
ἑοῦ
ἐπεβήσετο
δίφρου
,
ἐκ
δʼ
ἔλασε
προθύροιο
καὶ
αἰθούσης
ἐριδούπου
.
πρόσθε
μὲν
ἡμίονοι
ἕλκον
τετράκυκλον
ἀπήνην
,
τὰς
Ἰδαῖος
ἔλαυνε
δαΐφρων
·
αὐτὰρ
ὄπισθεν
325
ἵπποι
,
τοὺς
ὃ
γέρων
ἐφέπων
μάστιγι
κέλευε
καρπαλίμως
κατὰ
ἄστυ
·
φίλοι
δʼ
ἅμα
πάντες
ἕποντο
πόλλʼ
ὀλοφυρόμενοι
ὡς
εἰ
θάνατον
δὲ
κιόντα
.
οἳ
δʼ
ἐπεὶ
οὖν
πόλιος
κατέβαν
,
πεδίον
δʼ
ἀφίκοντο
,
οἳ
μὲν
ἄρʼ
ἄψορροι
προτὶ
Ἴλιον
ἀπονέοντο
330
παῖδες
καὶ
γαμβροί
,
τὼ
δʼ
οὐ
λάθον
εὐρύοπα
Ζῆν
ἐς
πεδίον
προφανέντε
·
ἰδὼν
δʼ
ἐλέησε
γέροντα
,
αἶψα
δʼ
ἄρʼ
Ἑρμείαν
υἱὸν
φίλον
ἀντίον
ηὔδα
·
Ἑρμεία
,
σοὶ
γάρ
τε
μάλιστά
γε
φίλτατόν
ἐστιν
ἀνδρὶ
ἑταιρίσσαι
,
καί
τʼ
ἔκλυες
ᾧ
κʼ
ἐθέλῃσθα
,
335
βάσκʼ
ἴθι
καὶ
Πρίαμον
κοίλας
ἐπὶ
νῆας
Ἀχαιῶν
ὣς
ἄγαγʼ
,
ὡς
μήτʼ
ἄρ
τις
ἴδῃ
μήτʼ
ἄρ
τε
νοήσῃ
τῶν
ἄλλων
Δαναῶν
,
πρὶν
Πηλεΐωνα
δʼ
ἱκέσθαι
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
διάκτορος
ἀργεϊφόντης
.
αὐτίκʼ
ἔπειθʼ
ὑπὸ
ποσσὶν
ἐδήσατο
καλὰ
πέδιλα
340
ἀμβρόσια
χρύσεια
,
τά
μιν
φέρον
ἠμὲν
ἐφʼ
ὑγρὴν
ἠδʼ
ἐπʼ
ἀπείρονα
γαῖαν
ἅμα
πνοιῇς
ἀνέμοιο
·
εἵλετο
δὲ
ῥάβδον
,
τῇ
τʼ
ἀνδρῶν
ὄμματα
θέλγει
ὧν
ἐθέλει
,
τοὺς
δʼ
αὖτε
καὶ
ὑπνώοντας
ἐγείρει
·
τὴν
μετὰ
χερσὶν
ἔχων
πέτετο
κρατὺς
ἀργεϊφόντης
.
345
αἶψα
δʼ
ἄρα
Τροίην
τε
καὶ
Ἑλλήσποντον
ἵκανε
,
βῆ
δʼ
ἰέναι
κούρῳ
αἰσυμνητῆρι
ἐοικὼς
πρῶτον
ὑπηνήτῃ
,
τοῦ
περ
χαριεστάτη
ἥβη
.
οἳ
δʼ
ἐπεὶ
οὖν
μέγα
σῆμα
παρὲξ
Ἴλοιο
ἔλασσαν
,
στῆσαν
ἄρʼ
ἡμιόνους
τε
καὶ
ἵππους
ὄφρα
πίοιεν
350
ἐν
ποταμῷ
·
δὴ
γὰρ
καὶ
ἐπὶ
κνέφας
ἤλυθε
γαῖαν
.
τὸν
δʼ
ἐξ
ἀγχιμόλοιο
ἰδὼν
ἐφράσσατο
κῆρυξ
Ἑρμείαν
,
ποτὶ
δὲ
Πρίαμον
φάτο
φώνησέν
τε
·
φράζεο
Δαρδανίδη
·
φραδέος
νόου
ἔργα
τέτυκται
.
ἄνδρʼ
ὁρόω
,
τάχα
δʼ
ἄμμε
διαρραίσεσθαι
ὀΐω
.
355
ἀλλʼ
ἄγε
δὴ
φεύγωμεν
ἐφʼ
ἵππων
,
ἤ
μιν
ἔπειτα
γούνων
ἁψάμενοι
λιτανεύσομεν
αἴ
κʼ
ἐλεήσῃ
.
ὣς
φάτο
,
σὺν
δὲ
γέροντι
νόος
χύτο
,
δείδιε
δʼ
αἰνῶς
,
ὀρθαὶ
δὲ
τρίχες
ἔσταν
ἐνὶ
γναμπτοῖσι
μέλεσσι
,
στῆ
δὲ
ταφών
·
αὐτὸς
δʼ
ἐριούνιος
ἐγγύθεν
ἐλθὼν
360
χεῖρα
γέροντος
ἑλὼν
ἐξείρετο
καὶ
προσέειπε
·
πῇ
πάτερ
ὧδʼ
ἵππους
τε
καὶ
ἡμιόνους
ἰθύνεις
νύκτα
διʼ
ἀμβροσίην
,
ὅτε
θʼ
εὕδουσι
βροτοὶ
ἄλλοι
;
οὐδὲ
σύ
γʼ
ἔδεισας
μένεα
πνείοντας
Ἀχαιούς
,
οἵ
τοι
δυσμενέες
καὶ
ἀνάρσιοι
ἐγγὺς
ἔασι
;
365
τῶν
εἴ
τίς
σε
ἴδοιτο
θοὴν
διὰ
νύκτα
μέλαιναν
τοσσάδʼ
ὀνείατʼ
ἄγοντα
,
τίς
ἂν
δή
τοι
νόος
εἴη
;
οὔτʼ
αὐτὸς
νέος
ἐσσί
,
γέρων
δέ
τοι
οὗτος
ὀπηδεῖ
,
ἄνδρʼ
ἀπαμύνασθαι
,
ὅτε
τις
πρότερος
χαλεπήνῃ
.
ἀλλʼ
ἐγὼ
οὐδέν
σε
ῥέξω
κακά
,
καὶ
δέ
κεν
ἄλλον
370
σεῦ
ἀπαλεξήσαιμι
·
φίλῳ
δέ
σε
πατρὶ
ἐΐσκω
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
γέρων
Πρίαμος
θεοειδής
·
οὕτω
πῃ
τάδε
γʼ
ἐστὶ
φίλον
τέκος
ὡς
ἀγορεύεις
.
ἀλλʼ
ἔτι
τις
καὶ
ἐμεῖο
θεῶν
ὑπερέσχεθε
χεῖρα
,
ὅς
μοι
τοιόνδʼ
ἧκεν
ὁδοιπόρον
ἀντιβολῆσαι
375
αἴσιον
,
οἷος
δὴ
σὺ
δέμας
καὶ
εἶδος
ἀγητός
,
πέπνυσαί
τε
νόῳ
,
μακάρων
δʼ
ἔξεσσι
τοκήων
.
τὸν
δʼ
αὖτε
προσέειπε
διάκτορος
ἀργεϊφόντης
·
ναὶ
δὴ
ταῦτά
γε
πάντα
γέρον
κατὰ
μοῖραν
ἔειπες
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
,
380
ἠέ
πῃ
ἐκπέμπεις
κειμήλια
πολλὰ
καὶ
ἐσθλὰ
ἄνδρας
ἐς
ἀλλοδαποὺς
ἵνα
περ
τάδε
τοι
σόα
μίμνῃ
,
ἦ
ἤδη
πάντες
καταλείπετε
Ἴλιον
ἱρὴν
δειδιότες
·
τοῖος
γὰρ
ἀνὴρ
ὤριστος
ὄλωλε
σὸς
πάϊς
·
οὐ
μὲν
γάρ
τι
μάχης
ἐπιδεύετʼ
Ἀχαιῶν
.
385
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
γέρων
Πρίαμος
θεοειδής
·
τίς
δὲ
σύ
ἐσσι
φέριστε
τέων
δʼ
ἔξεσσι
τοκήων
;
ὥς
μοι
καλὰ
τὸν
οἶτον
ἀπότμου
παιδὸς
ἔνισπες
.
τὸν
δʼ
αὖτε
προσέειπε
διάκτορος
ἀργεϊφόντης
·
πειρᾷ
ἐμεῖο
γεραιὲ
καὶ
εἴρεαι
Ἕκτορα
δῖον
.
390
τὸν
μὲν
ἐγὼ
μάλα
πολλὰ
μάχῃ
ἔνι
κυδιανείρῃ
ὀφθαλμοῖσιν
ὄπωπα
,
καὶ
εὖτʼ
ἐπὶ
νηυσὶν
ἐλάσσας
Ἀργείους
κτείνεσκε
δαΐζων
ὀξέϊ
χαλκῷ
·
ἡμεῖς
δʼ
ἑσταότες
θαυμάζομεν
·
οὐ
γὰρ
Ἀχιλλεὺς
εἴα
μάρνασθαι
κεχολωμένος
Ἀτρεΐωνι
.
395
τοῦ
γὰρ
ἐγὼ
θεράπων
,
μία
δʼ
ἤγαγε
νηῦς
εὐεργής
·
Μυρμιδόνων
δʼ
ἔξειμι
,
πατὴρ
δέ
μοί
ἐστι
Πολύκτωρ
.
ἀφνειὸς
μὲν
ὅ
γʼ
ἐστί
,
γέρων
δὲ
δὴ
ὡς
σύ
περ
ὧδε
,
ἓξ
δέ
οἱ
υἷες
ἔασιν
,
ἐγὼ
δέ
οἱ
ἕβδομός
εἰμι
·
τῶν
μέτα
παλλόμενος
κλήρῳ
λάχον
ἐνθάδʼ
ἕπεσθαι
.
400
νῦν
δʼ
ἦλθον
πεδίον
δʼ
ἀπὸ
νηῶν
·
ἠῶθεν
γὰρ
θήσονται
περὶ
ἄστυ
μάχην
ἑλίκωπες
Ἀχαιοί
.
ἀσχαλόωσι
γὰρ
οἵδε
καθήμενοι
,
οὐδὲ
δύνανται
ἴσχειν
ἐσσυμένους
πολέμου
βασιλῆες
Ἀχαιῶν
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
γέρων
Πρίαμος
θεοειδής
·
405
εἰ
μὲν
δὴ
θεράπων
Πηληϊάδεω
Ἀχιλῆος
εἴς
,
ἄγε
δή
μοι
πᾶσαν
ἀληθείην
κατάλεξον
,
ἢ
ἔτι
πὰρ
νήεσσιν
ἐμὸς
πάϊς
,
ἦέ
μιν
ἤδη
ᾗσι
κυσὶν
μελεϊστὶ
ταμὼν
προύθηκεν
Ἀχιλλεύς
.
τὸν
δʼ
αὖτε
προσέειπε
διάκτορος
ἀργεϊφόντης
·
410
ὦ
γέρον
οὔ
πω
τόν
γε
κύνες
φάγον
οὐδʼ
οἰωνοί
,
ἀλλʼ
ἔτι
κεῖνος
κεῖται
Ἀχιλλῆος
παρὰ
νηῒ
αὔτως
ἐν
κλισίῃσι
·
δυωδεκάτη
δέ
οἱ
ἠὼς
κειμένῳ
,
οὐδέ
τί
οἱ
χρὼς
σήπεται
,
οὐδέ
μιν
εὐλαὶ
ἔσθουσʼ
,
αἵ
ῥά
τε
φῶτας
ἀρηϊφάτους
κατέδουσιν
.
415
ἦ
μέν
μιν
περὶ
σῆμα
ἑοῦ
ἑτάροιο
φίλοιο
ἕλκει
ἀκηδέστως
ἠὼς
ὅτε
δῖα
φανήῃ
,
οὐδέ
μιν
αἰσχύνει
·
θηοῖό
κεν
αὐτὸς
ἐπελθὼν
οἷον
ἐερσήεις
κεῖται
,
περὶ
δʼ
αἷμα
νένιπται
,
οὐδέ
ποθι
μιαρός
·
σὺν
δʼ
ἕλκεα
πάντα
μέμυκεν
420
ὅσσʼ
ἐτύπη
·
πολέες
γὰρ
ἐν
αὐτῷ
χαλκὸν
ἔλασσαν
.
ὥς
τοι
κήδονται
μάκαρες
θεοὶ
υἷος
ἑῆος
καὶ
νέκυός
περ
ἐόντος
,
ἐπεί
σφι
φίλος
περὶ
κῆρι
.
ὣς
φάτο
,
γήθησεν
δʼ
ὃ
γέρων
,
καὶ
ἀμείβετο
μύθῳ
·
ὦ
τέκος
,
ἦ
ῥʼ
ἀγαθὸν
καὶ
ἐναίσιμα
δῶρα
διδοῦναι
425
ἀθανάτοις
,
ἐπεὶ
οὔ
ποτʼ
ἐμὸς
πάϊς
,
εἴ
ποτʼ
ἔην
γε
,
λήθετʼ
ἐνὶ
μεγάροισι
θεῶν
οἳ
Ὄλυμπον
ἔχουσι
·
τώ
οἱ
ἀπεμνήσαντο
καὶ
ἐν
θανάτοιό
περ
αἴσῃ
.
ἀλλʼ
ἄγε
δὴ
τόδε
δέξαι
ἐμεῦ
πάρα
καλὸν
ἄλεισον
,
αὐτόν
τε
ῥῦσαι
,
πέμψον
δέ
με
σύν
γε
θεοῖσιν
,
430
ὄφρά
κεν
ἐς
κλισίην
Πηληϊάδεω
ἀφίκωμαι
.
τὸν
δʼ
αὖτε
προσέειπε
διάκτορος
ἀργεϊφόντης
·
πειρᾷ
ἐμεῖο
γεραιὲ
νεωτέρου
,
οὐδέ
με
πείσεις
,
ὅς
με
κέλῃ
σέο
δῶρα
παρὲξ
Ἀχιλῆα
δέχεσθαι
.
τὸν
μὲν
ἐγὼ
δείδοικα
καὶ
αἰδέομαι
περὶ
κῆρι
435
συλεύειν
,
μή
μοί
τι
κακὸν
μετόπισθε
γένηται
.
σοὶ
δʼ
ἂν
ἐγὼ
πομπὸς
καί
κε
κλυτὸν
Ἄργος
ἱκοίμην
,
ἐνδυκέως
ἐν
νηῒ
θοῇ
ἢ
πεζὸς
ὁμαρτέων
·
οὐκ
ἄν
τίς
τοι
πομπὸν
ὀνοσσάμενος
μαχέσαιτο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.