ὣς
ἄρα
φωνήσασα
λίπε
σπέος
·
αἳ
δὲ
σὺν
αὐτῇ
65
δακρυόεσσαι
ἴσαν
,
περὶ
δέ
σφισι
κῦμα
θαλάσσης
ῥήγνυτο
·
ταὶ
δʼ
ὅτε
δὴ
Τροίην
ἐρίβωλον
ἵκοντο
ἀκτὴν
εἰσανέβαινον
ἐπισχερώ
,
ἔνθα
θαμειαὶ
Μυρμιδόνων
εἴρυντο
νέες
ταχὺν
ἀμφʼ
Ἀχιλῆα
.
τῷ
δὲ
βαρὺ
στενάχοντι
παρίστατο
πότνια
μήτηρ
,
70
ὀξὺ
δὲ
κωκύσασα
κάρη
λάβε
παιδὸς
ἑοῖο
,
καί
ῥʼ
ὀλοφυρομένη
ἔπεα
πτερόεντα
προσηύδα
·
τέκνον
τί
κλαίεις
;
τί
δέ
σε
φρένας
ἵκετο
πένθος
;
ἐξαύδα
,
μὴ
κεῦθε
·
τὰ
μὲν
δή
τοι
τετέλεσται
ἐκ
Διός
,
ὡς
ἄρα
δὴ
πρίν
γʼ
εὔχεο
χεῖρας
ἀνασχὼν
75
πάντας
ἐπὶ
πρύμνῃσιν
ἀλήμεναι
υἷας
Ἀχαιῶν
σεῦ
ἐπιδευομένους
,
παθέειν
τʼ
ἀεκήλια
ἔργα
.
τὴν
δὲ
βαρὺ
στενάχων
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
μῆτερ
ἐμή
,
τὰ
μὲν
ἄρ
μοι
Ὀλύμπιος
ἐξετέλεσσεν
·
ἀλλὰ
τί
μοι
τῶν
ἦδος
ἐπεὶ
φίλος
ὤλεθʼ
ἑταῖρος
80
Πάτροκλος
,
τὸν
ἐγὼ
περὶ
πάντων
τῖον
ἑταίρων
ἶσον
ἐμῇ
κεφαλῇ
;
τὸν
ἀπώλεσα
,
τεύχεα
δʼ
Ἕκτωρ
δῃώσας
ἀπέδυσε
πελώρια
θαῦμα
ἰδέσθαι
καλά
·
τὰ
μὲν
Πηλῆϊ
θεοὶ
δόσαν
ἀγλαὰ
δῶρα
ἤματι
τῷ
ὅτε
σε
βροτοῦ
ἀνέρος
ἔμβαλον
εὐνῇ
.
85
αἴθʼ
ὄφελες
σὺ
μὲν
αὖθι
μετʼ
ἀθανάτῃς
ἁλίῃσι
ναίειν
,
Πηλεὺς
δὲ
θνητὴν
ἀγαγέσθαι
ἄκοιτιν
.
νῦν
δʼ
ἵνα
καὶ
σοὶ
πένθος
ἐνὶ
φρεσὶ
μυρίον
εἴη
παιδὸς
ἀποφθιμένοιο
,
τὸν
οὐχ
ὑποδέξεαι
αὖτις
οἴκαδε
νοστήσαντʼ
,
ἐπεὶ
οὐδʼ
ἐμὲ
θυμὸς
ἄνωγε
90
ζώειν
οὐδʼ
ἄνδρεσσι
μετέμμεναι
,
αἴ
κε
μὴ
Ἕκτωρ
πρῶτος
ἐμῷ
ὑπὸ
δουρὶ
τυπεὶς
ἀπὸ
θυμὸν
ὀλέσσῃ
,
Πατρόκλοιο
δʼ
ἕλωρα
Μενοιτιάδεω
ἀποτίσῃ
.
τὸν
δʼ
αὖτε
προσέειπε
Θέτις
κατὰ
δάκρυ
χέουσα
·
ὠκύμορος
δή
μοι
τέκος
ἔσσεαι
,
οἷʼ
ἀγορεύεις
·
95
αὐτίκα
γάρ
τοι
ἔπειτα
μεθʼ
Ἕκτορα
πότμος
ἑτοῖμος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.