εἷος
ὁ
ταῦθʼ
ὅρμαινε
κατὰ
φρένα
καὶ
κατὰ
θυμὸν
τόφρα
δʼ
ἐπὶ
Τρώων
στίχες
ἤλυθον
·
ἦρχε
δʼ
ἄρʼ
Ἕκτωρ
.
αὐτὰρ
ὅ
γʼ
ἐξοπίσω
ἀνεχάζετο
,
λεῖπε
δὲ
νεκρὸν
ἐντροπαλιζόμενος
ὥς
τε
λὶς
ἠϋγένειος
,
ὅν
ῥα
κύνες
τε
καὶ
ἄνδρες
ἀπὸ
σταθμοῖο
δίωνται
110
ἔγχεσι
καὶ
φωνῇ
·
τοῦ
δʼ
ἐν
φρεσὶν
ἄλκιμον
ἦτορ
παχνοῦται
,
ἀέκων
δέ
τʼ
ἔβη
ἀπὸ
μεσσαύλοιο
·
ὣς
ἀπὸ
Πατρόκλοιο
κίε
ξανθὸς
Μενέλαος
.
στῆ
δὲ
μεταστρεφθεὶς
ἐπεὶ
ἵκετο
ἔθνος
ἑταίρων
παπταίνων
Αἴαντα
μέγαν
Τελαμώνιον
υἱόν
.
115
τὸν
δὲ
μάλʼ
αἶψʼ
ἐνόησε
μάχης
ἐπʼ
ἀριστερὰ
πάσης
θαρσύνονθʼ
ἑτάρους
καὶ
ἐποτρύνοντα
μάχεσθαι
·
θεσπέσιον
γάρ
σφιν
φόβον
ἔμβαλε
Φοῖβος
Ἀπόλλων
·
βῆ
δὲ
θέειν
,
εἶθαρ
δὲ
παριστάμενος
ἔπος
ηὔδα
.
Αἶαν
δεῦρο
πέπον
,
περὶ
Πατρόκλοιο
θανόντος
120
σπεύσομεν
,
αἴ
κε
νέκυν
περ
Ἀχιλλῆϊ
προφέρωμεν
γυμνόν
·
ἀτὰρ
τά
γε
τεύχεʼ
ἔχει
κορυθαίολος
Ἕκτωρ
.
ὣς
ἔφατʼ
,
Αἴαντι
δὲ
δαΐφρονι
θυμὸν
ὄρινε
·
βῆ
δὲ
διὰ
προμάχων
,
ἅμα
δὲ
ξανθὸς
Μενέλαος
.
Ἕκτωρ
μὲν
Πάτροκλον
ἐπεὶ
κλυτὰ
τεύχεʼ
ἀπηύρα
,
125
ἕλχʼ
ἵνʼ
ἀπʼ
ὤμοιιν
κεφαλὴν
τάμοι
ὀξέϊ
χαλκῷ
,
τὸν
δὲ
νέκυν
Τρῳῇσιν
ἐρυσσάμενος
κυσὶ
δοίη
.
Αἴας
δʼ
ἐγγύθεν
ἦλθε
φέρων
σάκος
ἠΰτε
πύργον
·
Ἕκτωρ
δʼ
ἂψ
ἐς
ὅμιλον
ἰὼν
ἀνεχάζεθʼ
ἑταίρων
,
ἐς
δίφρον
δʼ
ἀνόρουσε
·
δίδου
δʼ
ὅ
γε
τεύχεα
καλὰ
130
Τρωσὶ
φέρειν
προτὶ
ἄστυ
,
μέγα
κλέος
ἔμμεναι
αὐτῷ
.
Αἴας
δʼ
ἀμφὶ
Μενοιτιάδῃ
σάκος
εὐρὺ
καλύψας
ἑστήκει
ὥς
τίς
τε
λέων
περὶ
οἷσι
τέκεσσιν
,
ᾧ
ῥά
τε
νήπιʼ
ἄγοντι
συναντήσωνται
ἐν
ὕλῃ
ἄνδρες
ἐπακτῆρες
·
ὃ
δέ
τε
σθένεϊ
βλεμεαίνει
,
135
πᾶν
δέ
τʼ
ἐπισκύνιον
κάτω
ἕλκεται
ὄσσε
καλύπτων
·
ὣς
Αἴας
περὶ
Πατρόκλῳ
ἥρωϊ
βεβήκει
.
Ἀτρεΐδης
δʼ
ἑτέρωθεν
ἀρηΐφιλος
Μενέλαος
ἑστήκει
,
μέγα
πένθος
ἐνὶ
στήθεσσιν
ἀέξων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.