οὐδὲ
Πάρις
δήθυνεν
ἐν
ὑψηλοῖσι
δόμοισιν
,
ἀλλʼ
ὅ
γʼ
,
ἐπεὶ
κατέδυ
κλυτὰ
τεύχεα
ποικίλα
χαλκῷ
,
σεύατʼ
ἔπειτʼ
ἀνὰ
ἄστυ
ποσὶ
κραιπνοῖσι
πεποιθώς
.
505
ὡς
δʼ
ὅτε
τις
στατὸς
ἵππος
ἀκοστήσας
ἐπὶ
φάτνῃ
δεσμὸν
ἀπορρήξας
θείῃ
πεδίοιο
κροαίνων
εἰωθὼς
λούεσθαι
ἐϋρρεῖος
ποταμοῖο
κυδιόων
·
ὑψοῦ
δὲ
κάρη
ἔχει
,
ἀμφὶ
δὲ
χαῖται
ὤμοις
ἀΐσσονται
·
ὃ
δʼ
ἀγλαΐηφι
πεποιθὼς
510
ῥίμφά
ἑ
γοῦνα
φέρει
μετά
τʼ
ἤθεα
καὶ
νομὸν
ἵππων
·
ὣς
υἱὸς
Πριάμοιο
Πάρις
κατὰ
Περγάμου
ἄκρης
τεύχεσι
παμφαίνων
ὥς
τʼ
ἠλέκτωρ
ἐβεβήκει
καγχαλόων
,
ταχέες
δὲ
πόδες
φέρον
·
αἶψα
δʼ
ἔπειτα
Ἕκτορα
δῖον
ἔτετμεν
ἀδελφεὸν
εὖτʼ
ἄρʼ
ἔμελλε
515
στρέψεσθʼ
ἐκ
χώρης
ὅθι
ᾗ
ὀάριζε
γυναικί
.
τὸν
πρότερος
προσέειπεν
Ἀλέξανδρος
θεοειδής
·
ἠθεῖʼ
ἦ
μάλα
δή
σε
καὶ
ἐσσύμενον
κατερύκω
δηθύνων
,
οὐδʼ
ἦλθον
ἐναίσιμον
ὡς
ἐκέλευες
;
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
520
δαιμόνιʼ
οὐκ
ἄν
τίς
τοι
ἀνὴρ
ὃς
ἐναίσιμος
εἴη
ἔργον
ἀτιμήσειε
μάχης
,
ἐπεὶ
ἄλκιμός
ἐσσι
·
ἀλλὰ
ἑκὼν
μεθιεῖς
τε
καὶ
οὐκ
ἐθέλεις
·
τὸ
δʼ
ἐμὸν
κῆρ
ἄχνυται
ἐν
θυμῷ
,
ὅθʼ
ὑπὲρ
σέθεν
αἴσχεʼ
ἀκούω
πρὸς
Τρώων
,
οἳ
ἔχουσι
πολὺν
πόνον
εἵνεκα
σεῖο
.
525
ἀλλʼ
ἴομεν
·
τὰ
δʼ
ὄπισθεν
ἀρεσσόμεθʼ
,
αἴ
κέ
ποθι
Ζεὺς
δώῃ
ἐπουρανίοισι
θεοῖς
αἰειγενέτῃσι
κρητῆρα
στήσασθαι
ἐλεύθερον
ἐν
μεγάροισιν
ἐκ
Τροίης
ἐλάσαντας
ἐϋκνήμιδας
Ἀχαιούς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.