ἦ
καὶ
κυανέῃσιν
ἐπʼ
ὀφρύσι
νεῦσε
Κρονίων
.
Ἕκτορι
δʼ
ἥρμοσε
τεύχεʼ
ἐπὶ
χροΐ
,
δῦ
δέ
μιν
Ἄρης
210
δεινὸς
ἐνυάλιος
,
πλῆσθεν
δʼ
ἄρα
οἱ
μέλεʼ
ἐντὸς
ἀλκῆς
καὶ
σθένεος
·
μετὰ
δὲ
κλειτοὺς
ἐπικούρους
βῆ
ῥα
μέγα
ἰάχων
·
ἰνδάλλετο
δέ
σφισι
πᾶσι
τεύχεσι
λαμπόμενος
μεγαθύμου
Πηλεΐωνος
.
ὄτρυνεν
δὲ
ἕκαστον
ἐποιχόμενος
ἐπέεσσι
215
Μέσθλην
τε
Γλαῦκόν
τε
Μέδοντά
τε
Θερσίλοχόν
τε
Ἀστεροπαῖόν
τε
Δεισήνορά
θʼ
Ἱππόθοόν
τε
Φόρκυν
τε
Χρομίον
τε
καὶ
Ἔννομον
οἰωνιστήν
·
τοὺς
ὅ
γʼ
ἐποτρύνων
ἔπεα
πτερόεντα
προσηύδα
·
κέκλυτε
μυρία
φῦλα
περικτιόνων
ἐπικούρων
·
220
οὐ
γὰρ
ἐγὼ
πληθὺν
διζήμενος
οὐδὲ
χατίζων
ἐνθάδʼ
ἀφʼ
ὑμετέρων
πολίων
ἤγειρα
ἕκαστον
,
ἀλλʼ
ἵνα
μοι
Τρώων
ἀλόχους
καὶ
νήπια
τέκνα
προφρονέως
ῥύοισθε
φιλοπτολέμων
ὑπʼ
Ἀχαιῶν
.
τὰ
φρονέων
δώροισι
κατατρύχω
καὶ
ἐδωδῇ
225
λαούς
,
ὑμέτερον
δὲ
ἑκάστου
θυμὸν
ἀέξω
.
τώ
τις
νῦν
ἰθὺς
τετραμμένος
ἢ
ἀπολέσθω
ἠὲ
σαωθήτω
·
ἣ
γὰρ
πολέμου
ὀαριστύς
.
ὃς
δέ
κε
Πάτροκλον
καὶ
τεθνηῶτά
περ
ἔμπης
Τρῶας
ἐς
ἱπποδάμους
ἐρύσῃ
,
εἴξῃ
δέ
οἱ
Αἴας
,
230
ἥμισυ
τῷ
ἐνάρων
ἀποδάσσομαι
,
ἥμισυ
δʼ
αὐτὸς
ἕξω
ἐγώ
·
τὸ
δέ
οἱ
κλέος
ἔσσεται
ὅσσον
ἐμοί
περ
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἰθὺς
Δαναῶν
βρίσαντες
ἔβησαν
δούρατʼ
ἀνασχόμενοι
·
μάλα
δέ
σφισιν
ἔλπετο
θυμὸς
νεκρὸν
ὑπʼ
Αἴαντος
ἐρύειν
Τελαμωνιάδαο
235
νήπιοι
·
ἦ
τε
πολέσσιν
ἐπʼ
αὐτῷ
θυμὸν
ἀπηύρα
.
καὶ
τότʼ
ἄρʼ
Αἴας
εἶπε
βοὴν
ἀγαθὸν
Μενέλαον
·
ὦ
πέπον
ὦ
Μενέλαε
διοτρεφὲς
οὐκέτι
νῶϊ
ἔλπομαι
αὐτώ
περ
νοστησέμεν
ἐκ
πολέμοιο
.
οὔ
τι
τόσον
νέκυος
περιδείδια
Πατρόκλοιο
,
240
ὅς
κε
τάχα
Τρώων
κορέει
κύνας
ἠδʼ
οἰωνούς
,
ὅσσον
ἐμῇ
κεφαλῇ
περιδείδια
μή
τι
πάθῃσι
,
καὶ
σῇ
,
ἐπεὶ
πολέμοιο
νέφος
περὶ
πάντα
καλύπτει
Ἕκτωρ
,
ἡμῖν
δʼ
αὖτʼ
ἀναφαίνεται
αἰπὺς
ὄλεθρος
.
ἀλλʼ
ἄγʼ
ἀριστῆας
Δαναῶν
κάλει
,
ἤν
τις
ἀκούσῃ
.
245
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
βοὴν
ἀγαθὸς
Μενέλαος
,
ἤϋσεν
δὲ
διαπρύσιον
Δαναοῖσι
γεγωνώς
·
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
οἵ
τε
παρʼ
Ἀτρεΐδῃς
Ἀγαμέμνονι
καὶ
Μενελάῳ
δήμια
πίνουσιν
καὶ
σημαίνουσιν
ἕκαστος
250
λαοῖς
·
ἐκ
δὲ
Διὸς
τιμὴ
καὶ
κῦδος
ὀπηδεῖ
.
ἀργαλέον
δέ
μοί
ἐστι
διασκοπιᾶσθαι
ἕκαστον
ἡγεμόνων
·
τόσση
γὰρ
ἔρις
πολέμοιο
δέδηεν
·
ἀλλά
τις
αὐτὸς
ἴτω
,
νεμεσιζέσθω
δʼ
ἐνὶ
θυμῷ
Πάτροκλον
Τρῳῇσι
κυσὶν
μέλπηθρα
γενέσθαι
.
255
ὣς
ἔφατʼ
,
ὀξὺ
δʼ
ἄκουσεν
Ὀϊλῆος
ταχὺς
Αἴας
·
πρῶτος
δʼ
ἀντίος
ἦλθε
θέων
ἀνὰ
δηϊοτῆτα
,
τὸν
δὲ
μετʼ
Ἰδομενεὺς
καὶ
ὀπάων
Ἰδομενῆος
Μηριόνης
ἀτάλαντος
Ἐνυαλίῳ
ἀνδρειφόντῃ
.
τῶν
δʼ
ἄλλων
τίς
κεν
ᾗσι
φρεσὶν
οὐνόματʼ
εἴποι
,
260
ὅσσοι
δὴ
μετόπισθε
μάχην
ἤγειραν
Ἀχαιῶν
;
Τρῶες
δὲ
προὔτυψαν
ἀολλέες
·
ἦρχε
δʼ
ἄρʼ
Ἕκτωρ
.
ὡς
δʼ
ὅτʼ
ἐπὶ
προχοῇσι
διιπετέος
ποταμοῖο
βέβρυχεν
μέγα
κῦμα
ποτὶ
ῥόον
,
ἀμφὶ
δέ
τʼ
ἄκραι
ἠϊόνες
βοόωσιν
ἐρευγομένης
ἁλὸς
ἔξω
,
265
τόσσῃ
ἄρα
Τρῶες
ἰαχῇ
ἴσαν
.
αὐτὰρ
Ἀχαιοὶ
ἕστασαν
ἀμφὶ
Μενοιτιάδῃ
ἕνα
θυμὸν
ἔχοντες
φραχθέντες
σάκεσιν
χαλκήρεσιν
·
ἀμφὶ
δʼ
ἄρά
σφι
λαμπρῇσιν
κορύθεσσι
Κρονίων
ἠέρα
πολλὴν
χεῦʼ
,
ἐπεὶ
οὐδὲ
Μενοιτιάδην
ἔχθαιρε
πάρος
γε
,
270
ὄφρα
ζωὸς
ἐὼν
θεράπων
ἦν
Αἰακίδαο
·
μίσησεν
δʼ
ἄρα
μιν
δηΐων
κυσὶ
κύρμα
γενέσθαι
Τρῳῇσιν
·
τὼ
καί
οἱ
ἀμυνέμεν
ὦρσεν
ἑταίρους
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.