ἤτοι
ὅ
γʼ
ὣς
εἰπὼν
κατʼ
ἄρʼ
ἕζετο
·
τοῖσι
δʼ
ἀνέστη
Κάλχας
Θεστορίδης
οἰωνοπόλων
ὄχʼ
ἄριστος
,
ὃς
ᾔδη
τά
τʼ
ἐόντα
τά
τʼ
ἐσσόμενα
πρό
τʼ
ἐόντα
,
70
καὶ
νήεσσʼ
ἡγήσατʼ
Ἀχαιῶν
Ἴλιον
εἴσω
ἣν
διὰ
μαντοσύνην
,
τήν
οἱ
πόρε
Φοῖβος
Ἀπόλλων
·
ὅ
σφιν
ἐὺ
φρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
ὦ
Ἀχιλεῦ
κέλεαί
με
Διῒ
φίλε
μυθήσασθαι
μῆνιν
Ἀπόλλωνος
ἑκατηβελέταο
ἄνακτος
·
75
τοὶ
γὰρ
ἐγὼν
ἐρέω
·
σὺ
δὲ
σύνθεο
καί
μοι
ὄμοσσον
ἦ
μέν
μοι
πρόφρων
ἔπεσιν
καὶ
χερσὶν
ἀρήξειν
·
ἦ
γὰρ
ὀΐομαι
ἄνδρα
χολωσέμεν
,
ὃς
μέγα
πάντων
Ἀργείων
κρατέει
καί
οἱ
πείθονται
Ἀχαιοί
·
κρείσσων
γὰρ
βασιλεὺς
ὅτε
χώσεται
ἀνδρὶ
χέρηϊ
·
80
εἴ
περ
γάρ
τε
χόλον
γε
καὶ
αὐτῆμαρ
καταπέψῃ
,
ἀλλά
τε
καὶ
μετόπισθεν
ἔχει
κότον
,
ὄφρα
τελέσσῃ
,
ἐν
στήθεσσιν
ἑοῖσι
·
σὺ
δὲ
φράσαι
εἴ
με
σαώσεις
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
θαρσήσας
μάλα
εἰπὲ
θεοπρόπιον
ὅ
τι
οἶσθα
·
85
οὐ
μὰ
γὰρ
Ἀπόλλωνα
Διῒ
φίλον
,
ᾧ
τε
σὺ
Κάλχαν
εὐχόμενος
Δαναοῖσι
θεοπροπίας
ἀναφαίνεις
,
οὔ
τις
ἐμεῦ
ζῶντος
καὶ
ἐπὶ
χθονὶ
δερκομένοιο
σοὶ
κοίλῃς
παρὰ
νηυσί
βαρείας
χεῖρας
ἐποίσει
συμπάντων
Δαναῶν
,
οὐδʼ
ἢν
Ἀγαμέμνονα
εἴπῃς
,
90
ὃς
νῦν
πολλὸν
ἄριστος
Ἀχαιῶν
εὔχεται
εἶναι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.