οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
τὸν
πρότερος
προσέειπε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
Αἰνεία
τί
σὺ
τόσσον
ὁμίλου
πολλὸν
ἐπελθὼν
ἔστης
;
ἦ
σέ
γε
θυμὸς
ἐμοὶ
μαχέσασθαι
ἀνώγει
ἐλπόμενον
Τρώεσσιν
ἀνάξειν
ἱπποδάμοισι
180
τιμῆς
τῆς
Πριάμου
;
ἀτὰρ
εἴ
κεν
ἔμʼ
ἐξεναρίξῃς
,
οὔ
τοι
τοὔνεκά
γε
Πρίαμος
γέρας
ἐν
χερὶ
θήσει
·
εἰσὶν
γάρ
οἱ
παῖδες
,
ὃ
δʼ
ἔμπεδος
οὐδʼ
ἀεσίφρων
.
ἦ
νύ
τί
τοι
Τρῶες
τέμενος
τάμον
ἔξοχον
ἄλλων
καλὸν
φυταλιῆς
καὶ
ἀρούρης
,
ὄφρα
νέμηαι
185
αἴ
κεν
ἐμὲ
κτείνῃς
;
χαλεπῶς
δέ
σʼ
ἔολπα
τὸ
ῥέξειν
.
ἤδη
μὲν
σέ
γέ
φημι
καὶ
ἄλλοτε
δουρὶ
φοβῆσαι
.
ἦ
οὐ
μέμνῃ
ὅτε
πέρ
σε
βοῶν
ἄπο
μοῦνον
ἐόντα
σεῦα
κατʼ
Ἰδαίων
ὀρέων
ταχέεσσι
πόδεσσι
καρπαλίμως
;
τότε
δʼ
οὔ
τι
μετατροπαλίζεο
φεύγων
.
190
ἔνθεν
δʼ
ἐς
Λυρνησσὸν
ὑπέκφυγες
·
αὐτὰρ
ἐγὼ
τὴν
πέρσα
μεθορμηθεὶς
σὺν
Ἀθήνῃ
καὶ
Διὶ
πατρί
,
ληϊάδας
δὲ
γυναῖκας
ἐλεύθερον
ἦμαρ
ἀπούρας
ἦγον
·
ἀτὰρ
σὲ
Ζεὺς
ἐρρύσατο
καὶ
θεοὶ
ἄλλοι
.
ἀλλʼ
οὐ
νῦν
ἐρύεσθαι
ὀΐομαι
,
ὡς
ἐνὶ
θυμῷ
195
βάλλεαι
·
ἀλλά
σʼ
ἔγωγʼ
ἀναχωρήσαντα
κελεύω
ἐς
πληθὺν
ἰέναι
,
μηδʼ
ἀντίος
ἵστασʼ
ἐμεῖο
,
πρίν
τι
κακὸν
παθέειν
·
ῥεχθὲν
δέ
τε
νήπιος
ἔγνω
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.