ὣς
ἔφατʼ
εὐχόμενος
,
τοῦ
δʼ
ἔκλυε
μητίετα
Ζεύς
.
τῷ
δʼ
ἕτερον
μὲν
ἔδωκε
πατήρ
,
ἕτερον
δʼ
ἀνένευσε
·
250
νηῶν
μέν
οἱ
ἀπώσασθαι
πόλεμόν
τε
μάχην
τε
δῶκε
,
σόον
δʼ
ἀνένευσε
μάχης
ἐξαπονέεσθαι
.
ἤτοι
ὃ
μὲν
σπείσας
τε
καὶ
εὐξάμενος
Διὶ
πατρὶ
ἂψ
κλισίην
εἰσῆλθε
,
δέπας
δʼ
ἀπέθηκʼ
ἐνὶ
χηλῷ
,
στῆ
δὲ
πάροιθʼ
ἐλθὼν
κλισίης
,
ἔτι
δʼ
ἤθελε
θυμῷ
255
εἰσιδέειν
Τρώων
καὶ
Ἀχαιῶν
φύλοπιν
αἰνήν
.
οἳ
δʼ
ἅμα
Πατρόκλῳ
μεγαλήτορι
θωρηχθέντες
ἔστιχον
,
ὄφρʼ
ἐν
Τρωσὶ
μέγα
φρονέοντες
ὄρουσαν
.
αὐτίκα
δὲ
σφήκεσσιν
ἐοικότες
ἐξεχέοντο
εἰνοδίοις
,
οὓς
παῖδες
ἐριδμαίνωσιν
ἔθοντες
260
αἰεὶ
κερτομέοντες
ὁδῷ
ἔπι
οἰκίʼ
ἔχοντας
νηπίαχοι
·
ξυνὸν
δὲ
κακὸν
πολέεσσι
τιθεῖσι
.
τοὺς
δʼ
εἴ
περ
παρά
τίς
τε
κιὼν
ἄνθρωπος
ὁδίτης
κινήσῃ
ἀέκων
,
οἳ
δʼ
ἄλκιμον
ἦτορ
ἔχοντες
πρόσσω
πᾶς
πέτεται
καὶ
ἀμύνει
οἷσι
τέκεσσι
.
265
τῶν
τότε
Μυρμιδόνες
κραδίην
καὶ
θυμὸν
ἔχοντες
ἐκ
νηῶν
ἐχέοντο
·
βοὴ
δʼ
ἄσβεστος
ὀρώρει
.
Πάτροκλος
δʼ
ἑτάροισιν
ἐκέκλετο
μακρὸν
ἀΰσας
·
Μυρμιδόνες
ἕταροι
Πηληϊάδεω
Ἀχιλῆος
ἀνέρες
ἔστε
φίλοι
,
μνήσασθε
δὲ
θούριδος
ἀλκῆς
,
270
ὡς
ἂν
Πηλεΐδην
τιμήσομεν
,
ὃς
μέγʼ
ἄριστος
Ἀργείων
παρὰ
νηυσὶ
καὶ
ἀγχέμαχοι
θεράποντες
,
γνῷ
δὲ
καὶ
Ἀτρεΐδης
εὐρὺ
κρείων
Ἀγαμέμνων
ἣν
ἄτην
,
ὅ
τʼ
ἄριστον
Ἀχαιῶν
οὐδὲν
ἔτισεν
.
ὣς
εἰπὼν
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
,
275
ἐν
δʼ
ἔπεσον
Τρώεσσιν
ἀολλέες
·
ἀμφὶ
δὲ
νῆες
σμερδαλέον
κονάβησαν
ἀϋσάντων
ὑπʼ
Ἀχαιῶν
.
Τρῶες
δʼ
ὡς
εἴδοντο
Μενοιτίου
ἄλκιμον
υἱὸν
αὐτὸν
καὶ
θεράποντα
σὺν
ἔντεσι
μαρμαίροντας
,
πᾶσιν
ὀρίνθη
θυμός
,
ἐκίνηθεν
δὲ
φάλαγγες
280
ἐλπόμενοι
παρὰ
ναῦφι
ποδώκεα
Πηλεΐωνα
μηνιθμὸν
μὲν
ἀπορρῖψαι
,
φιλότητα
δʼ
ἑλέσθαι
·
πάπτηνεν
δὲ
ἕκαστος
ὅπῃ
φύγοι
αἰπὺν
ὄλεθρον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.