Μυσῶν
δὲ
Χρόμις
ἦρχε
καὶ
Ἔννομος
οἰωνιστής
·
ἀλλʼ
οὐκ
οἰωνοῖσιν
ἐρύσατο
κῆρα
μέλαιναν
,
ἀλλʼ
ἐδάμη
ὑπὸ
χερσὶ
ποδώκεος
Αἰακίδαο
860
ἐν
ποταμῷ
,
ὅθι
περ
Τρῶας
κεράϊζε
καὶ
ἄλλους
.
Φόρκυς
αὖ
Φρύγας
ἦγε
καὶ
Ἀσκάνιος
θεοειδὴς
τῆλʼ
ἐξ
Ἀσκανίης
·
μέμασαν
δʼ
ὑσμῖνι
μάχεσθαι
.
Μῄοσιν
αὖ
Μέσθλης
τε
καὶ
Ἄντιφος
ἡγησάσθην
υἷε
Ταλαιμένεος
τὼ
Γυγαίη
τέκε
λίμνη
,
865
οἳ
καὶ
Μῄονας
ἦγον
ὑπὸ
Τμώλῳ
γεγαῶτας
.
Νάστης
αὖ
Καρῶν
ἡγήσατο
βαρβαροφώνων
,
οἳ
Μίλητον
ἔχον
Φθιρῶν
τʼ
ὄρος
ἀκριτόφυλλον
Μαιάνδρου
τε
ῥοὰς
Μυκάλης
τʼ
αἰπεινὰ
κάρηνα
·
τῶν
μὲν
ἄρʼ
Ἀμφίμαχος
καὶ
Νάστης
ἡγησάσθην
,
870
Νάστης
Ἀμφίμαχός
τε
Νομίονος
ἀγλαὰ
τέκνα
,
ὃς
καὶ
χρυσὸν
ἔχων
πόλεμον
δʼ
ἴεν
ἠΰτε
κούρη
νήπιος
,
οὐδέ
τί
οἱ
τό
γʼ
ἐπήρκεσε
λυγρὸν
ὄλεθρον
,
ἀλλʼ
ἐδάμη
ὑπὸ
χερσὶ
ποδώκεος
Αἰακίδαο
ἐν
ποταμῷ
,
χρυσὸν
δʼ
Ἀχιλεὺς
ἐκόμισσε
δαΐφρων
.
875
Σαρπηδὼν
δʼ
ἦρχεν
Λυκίων
καὶ
Γλαῦκος
ἀμύμων
τηλόθεν
ἐκ
Λυκίης
,
Ξάνθου
ἄπο
δινήεντος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.