Πείσανδρος
δʼ
ἰθὺς
Μενελάου
κυδαλίμοιο
ἤϊε
·
τὸν
δʼ
ἄγε
μοῖρα
κακὴ
θανάτοιο
τέλος
δὲ
σοὶ
Μενέλαε
δαμῆναι
ἐν
αἰνῇ
δηϊοτῆτι
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
Ἀτρεΐδης
μὲν
ἅμαρτε
,
παραὶ
δέ
οἱ
ἐτράπετʼ
ἔγχος
,
605
Πείσανδρος
δὲ
σάκος
Μενελάου
κυδαλίμοιο
οὔτασεν
,
οὐδὲ
διὰ
πρὸ
δυνήσατο
χαλκὸν
ἐλάσσαι
·
ἔσχεθε
γὰρ
σάκος
εὐρύ
,
κατεκλάσθη
δʼ
ἐνὶ
καυλῷ
ἔγχος
·
ὃ
δὲ
φρεσὶν
ᾗσι
χάρη
καὶ
ἐέλπετο
νίκην
.
Ἀτρεΐδης
δὲ
ἐρυσσάμενος
ξίφος
ἀργυρόηλον
610
ἆλτʼ
ἐπὶ
Πεισάνδρῳ
·
ὃ
δʼ
ὑπʼ
ἀσπίδος
εἵλετο
καλὴν
ἀξίνην
εὔχαλκον
ἐλαΐνῳ
ἀμφὶ
πελέκκῳ
μακρῷ
ἐϋξέστῳ
·
ἅμα
δʼ
ἀλλήλων
ἐφίκοντο
.
ἤτοι
ὃ
μὲν
κόρυθος
φάλον
ἤλασεν
ἱπποδασείης
ἄκρον
ὑπὸ
λόφον
αὐτόν
,
ὃ
δὲ
προσιόντα
μέτωπον
615
ῥινὸς
ὕπερ
πυμάτης
·
λάκε
δʼ
ὀστέα
,
τὼ
δέ
οἱ
ὄσσε
πὰρ
ποσὶν
αἱματόεντα
χαμαὶ
πέσον
ἐν
κονίῃσιν
,
ἰδνώθη
δὲ
πεσών
·
ὃ
δὲ
λὰξ
ἐν
στήθεσι
βαίνων
τεύχεά
τʼ
ἐξενάριξε
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
λείψετέ
θην
οὕτω
γε
νέας
Δαναῶν
ταχυπώλων
620
Τρῶες
ὑπερφίαλοι
δεινῆς
ἀκόρητοι
ἀϋτῆς
,
ἄλλης
μὲν
λώβης
τε
καὶ
αἴσχεος
οὐκ
ἐπιδευεῖς
ἣν
ἐμὲ
λωβήσασθε
κακαὶ
κύνες
,
οὐδέ
τι
θυμῷ
Ζηνὸς
ἐριβρεμέτεω
χαλεπὴν
ἐδείσατε
μῆνιν
ξεινίου
,
ὅς
τέ
ποτʼ
ὔμμι
διαφθέρσει
πόλιν
αἰπήν
·
625
οἵ
μευ
κουριδίην
ἄλοχον
καὶ
κτήματα
πολλὰ
μὰψ
οἴχεσθʼ
ἀνάγοντες
,
ἐπεὶ
φιλέεσθε
παρʼ
αὐτῇ
·
νῦν
αὖτʼ
ἐν
νηυσὶν
μενεαίνετε
ποντοπόροισι
πῦρ
ὀλοὸν
βαλέειν
,
κτεῖναι
δʼ
ἥρωας
Ἀχαιούς
.
ἀλλά
ποθι
σχήσεσθε
καὶ
ἐσσύμενοί
περ
Ἄρηος
.
630
Ζεῦ
πάτερ
ἦ
τέ
σέ
φασι
περὶ
φρένας
ἔμμεναι
ἄλλων
ἀνδρῶν
ἠδὲ
θεῶν
·
σέο
δʼ
ἐκ
τάδε
πάντα
πέλονται
·
οἷον
δὴ
ἄνδρεσσι
χαρίζεαι
ὑβριστῇσι
Τρωσίν
,
τῶν
μένος
αἰὲν
ἀτάσθαλον
,
οὐδὲ
δύνανται
φυλόπιδος
κορέσασθαι
ὁμοιΐου
πτολέμοιο
.
635
πάντων
μὲν
κόρος
ἐστὶ
καὶ
ὕπνου
καὶ
φιλότητος
μολπῆς
τε
γλυκερῆς
καὶ
ἀμύμονος
ὀρχηθμοῖο
,
τῶν
πέρ
τις
καὶ
μᾶλλον
ἐέλδεται
ἐξ
ἔρον
εἷναι
ἢ
πολέμου
·
Τρῶες
δὲ
μάχης
ἀκόρητοι
ἔασιν
.
ὣς
εἰπὼν
τὰ
μὲν
ἔντεʼ
ἀπὸ
χροὸς
αἱματόεντα
640
συλήσας
ἑτάροισι
δίδου
Μενέλαος
ἀμύμων
,
αὐτὸς
δʼ
αὖτʼ
ἐξ
αὖτις
ἰὼν
προμάχοισιν
ἐμίχθη
.
ἔνθά
οἱ
υἱὸς
ἐπᾶλτο
Πυλαιμένεος
βασιλῆος
Ἁρπαλίων
,
ὅ
ῥα
πατρὶ
φίλῳ
ἕπετο
πτολεμίξων
ἐς
τροίην
,
οὐδʼ
αὖτις
ἀφίκετο
πατρίδα
γαῖαν
·
645
ὅς
ῥα
τότʼ
Ἀτρεΐδαο
μέσον
σάκος
οὔτασε
δουρὶ
ἐγγύθεν
,
οὐδὲ
διὰ
πρὸ
δυνήσατο
χαλκὸν
ἐλάσσαι
ἂψ
δʼ
ἑτάρων
εἰς
ἔθνος
ἐχάζετο
κῆρ
ʼ
ἀλεείνων
πάντοσε
παπταίνων
μή
τις
χρόα
χαλκῷ
ἐπαύρῃ
.
Μηριόνης
δʼ
ἀπιόντος
ἵει
χαλκήρεʼ
ὀϊστόν
,
650
καί
ῥʼ
ἔβαλε
γλουτὸν
κάτα
δεξιόν
·
αὐτὰρ
ὀϊστὸς
ἀντικρὺ
κατὰ
κύστιν
ὑπʼ
ὀστέον
ἐξεπέρησεν
.
ἑζόμενος
δὲ
κατʼ
αὖθι
φίλων
ἐν
χερσὶν
ἑταίρων
θυμὸν
ἀποπνείων
,
ὥς
τε
σκώληξ
ἐπὶ
γαίῃ
κεῖτο
ταθείς
·
ἐκ
δʼ
αἷμα
μέλαν
ῥέε
,
δεῦε
δὲ
γαῖαν
.
655
τὸν
μὲν
Παφλαγόνες
μεγαλήτορες
ἀμφεπένοντο
,
ἐς
δίφρον
δʼ
ἀνέσαντες
ἄγον
προτὶ
Ἴλιον
ἱρὴν
ἀχνύμενοι
·
μετὰ
δέ
σφι
πατὴρ
κίε
δάκρυα
λείβων
,
ποινὴ
δʼ
οὔ
τις
παιδὸς
ἐγίγνετο
τεθνηῶτος
.
τοῦ
δὲ
Πάρις
μάλα
θυμὸν
ἀποκταμένοιο
χολώθη
·
660
ξεῖνος
γάρ
οἱ
ἔην
πολέσιν
μετὰ
Παφλαγόνεσσι
·
τοῦ
ὅ
γε
χωόμενος
προΐει
χαλκήρεʼ
ὀϊστόν
.
ἦν
δέ
τις
Εὐχήνωρ
Πολυΐδου
μάντιος
υἱὸς
ἀφνειός
τʼ
ἀγαθός
τε
Κορινθόθι
οἰκία
ναίων
,
ὅς
ῥʼ
εὖ
εἰδὼς
κῆρʼ
ὀλοὴν
ἐπὶ
νηὸς
ἔβαινε
·
665
πολλάκι
γάρ
οἱ
ἔειπε
γέρων
ἀγαθὸς
Πολύϊδος
νούσῳ
ὑπʼ
ἀργαλέῃ
φθίσθαι
οἷς
ἐν
μεγάροισιν
,
ἢ
μετʼ
Ἀχαιῶν
νηυσὶν
ὑπὸ
Τρώεσσι
δαμῆναι
·
τώ
ῥʼ
ἅμα
τʼ
ἀργαλέην
θωὴν
ἀλέεινεν
Ἀχαιῶν
νοῦσόν
τε
στυγερήν
,
ἵνα
μὴ
πάθοι
ἄλγεα
θυμῷ
.
670
τὸν
βάλʼ
ὑπὸ
γναθμοῖο
.
καὶ
οὔατος
·
ὦκα
δὲ
θυμὸς
ᾤχετʼ
ἀπὸ
μελέων
,
στυγερὸς
δʼ
ἄρα
μιν
σκότος
εἷλεν
.
ὣς
οἳ
μὲν
μάρναντο
δέμας
πυρὸς
αἰθομένοιο
·
Ἕκτωρ
δʼ
οὐκ
ἐπέπυστο
Διῒ
φίλος
,
οὐδέ
τι
ᾔδη
ὅττί
ῥά
οἱ
νηῶν
ἐπʼ
ἀριστερὰ
δηϊόωντο
675
λαοὶ
ὑπʼ
Ἀργείων
.
τάχα
δʼ
ἂν
καὶ
κῦδος
Ἀχαιῶν
ἔπλετο
·
τοῖος
γὰρ
γαιήοχος
ἐννοσίγαιος
ὄτρυνʼ
Ἀργείους
,
πρὸς
δὲ
σθένει
αὐτὸς
ἄμυνεν
·
ἀλλʼ
ἔχεν
ᾗ
τὰ
πρῶτα
πύλας
καὶ
τεῖχος
ἐσᾶλτο
ῥηξάμενος
Δαναῶν
πυκινὰς
στίχας
ἀσπιστάων
,
680
ἔνθʼ
ἔσαν
Αἴαντός
τε
νέες
καὶ
Πρωτεσιλάου
θῖνʼ
ἔφʼ
ἁλὸς
πολιῆς
εἰρυμέναι
·
αὐτὰρ
ὕπερθε
τεῖχος
ἐδέδμητο
χθαμαλώτατον
,
ἔνθα
μάλιστα
ζαχρηεῖς
γίγνοντο
μάχῃ
αὐτοί
τε
καὶ
ἵπποι
.
ἔνθα
δὲ
Βοιωτοὶ
καὶ
Ἰάονες
ἑλκεχίτωνες
685
Λοκροὶ
καὶ
Φθῖοι
καὶ
φαιδιμόεντες
Ἐπειοὶ
σπουδῇ
ἐπαΐσσοντα
νεῶν
ἔχον
,
οὐδὲ
δύναντο
ὦσαι
ἀπὸ
σφείων
φλογὶ
εἴκελον
Ἕκτορα
δῖον
οἳ
μὲν
Ἀθηναίων
προλελεγμένοι
·
ἐν
δʼ
ἄρα
τοῖσιν
ἦρχʼ
υἱὸς
Πετεῶο
Μενεσθεύς
,
οἳ
δʼ
ἅμʼ
ἕποντο
690
Φείδας
τε
Στιχίος
τε
Βίας
τʼ
ἐΰς
·
αὐτὰρ
Ἐπειῶν
Φυλεΐδης
τε
Μέγης
Ἀμφίων
τε
Δρακίος
τε
,
πρὸ
Φθίων
δὲ
Μέδων
τε
μενεπτόλεμός
τε
Ποδάρκης
.
ἤτοι
ὃ
μὲν
νόθος
υἱὸς
Ὀϊλῆος
θείοιο
ἔσκε
Μέδων
Αἴαντος
ἀδελφεός
·
αὐτὰρ
ἔναιεν
695
ἐν
Φυλάκῃ
γαίης
ἄπο
πατρίδος
ἄνδρα
κατακτὰς
γνωτὸν
μητρυιῆς
Ἐριώπιδος
,
ἣν
ἔχʼ
Ὀϊλεύς
·
αὐτὰρ
ὃ
Ἰφίκλοιο
πάϊς
τοῦ
Φυλακίδαο
.
οἳ
μὲν
πρὸ
Φθίων
μεγαθύμων
θωρηχθέντες
ναῦφιν
ἀμυνόμενοι
μετὰ
Βοιωτῶν
ἐμάχοντο
·
700
Αἴας
δʼ
οὐκέτι
πάμπαν
Ὀϊλῆος
ταχὺς
υἱὸς
ἵστατʼ
ἀπʼ
Αἴαντος
Τελαμωνίου
οὐδʼ
ἠβαιόν
,
ἀλλʼ
ὥς
τʼ
ἐν
νειῷ
βόε
οἴνοπε
πηκτὸν
ἄροτρον
ἶσον
θυμὸν
ἔχοντε
τιταίνετον
·
ἀμφὶ
δʼ
ἄρά
σφι
πρυμνοῖσιν
κεράεσσι
πολὺς
ἀνακηκίει
ἱδρώς
·
705
τὼ
μέν
τε
ζυγὸν
οἶον
ἐΰξοον
ἀμφὶς
ἐέργει
ἱεμένω
κατὰ
ὦλκα
·
τέμει
δέ
τε
τέλσον
ἀρούρης
·
ὣς
τὼ
παρβεβαῶτε
μάλʼ
ἕστασαν
ἀλλήλοιιν
.
ἀλλʼ
ἤτοι
Τελαμωνιάδῃ
πολλοί
τε
καὶ
ἐσθλοὶ
λαοὶ
ἕπονθʼ
ἕταροι
,
οἵ
οἱ
σάκος
ἐξεδέχοντο
710
ὁππότε
μιν
κάματός
τε
καὶ
ἱδρὼς
γούναθʼ
ἵκοιτο
.
οὐδʼ
ἄρʼ
Ὀϊλιάδῃ
μεγαλήτορι
Λοκροὶ
ἕποντο
·
οὐ
γάρ
σφι
σταδίῃ
ὑσμίνῃ
μίμνε
φίλον
κῆρ
·
οὐ
γὰρ
ἔχον
κόρυθας
χαλκήρεας
ἱπποδασείας
,
οὐδʼ
ἔχον
ἀσπίδας
εὐκύκλους
καὶ
μείλινα
δοῦρα
,
715
ἀλλʼ
ἄρα
τόξοισιν
καὶ
ἐϋστρεφεῖ
οἶος
ἀώτῳ
Ἴλιον
εἰς
ἅμʼ
ἕποντο
πεποιθότες
,
οἷσιν
ἔπειτα
ταρφέα
βάλλοντες
Τρώων
ῥήγνυντο
φάλαγγας
·
δή
ῥα
τόθʼ
οἳ
μὲν
πρόσθε
σὺν
ἔντεσι
δαιδαλέοισι
μάρναντο
Τρωσίν
τε
καὶ
Ἕκτορι
χαλκοκορυστῇ
,
720
οἳ
δʼ
ὄπιθεν
βάλλοντες
ἐλάνθανον
·
οὐδέ
τι
χάρμης
Τρῶες
μιμνήσκοντο
·
συνεκλόνεον
γὰρ
ὀϊστοί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.