ἦ
ῥα
,
καὶ
ὁρμήθη
ὄρεϊ
νιφόεντι
ἐοικὼς
κεκλήγων
,
διὰ
δὲ
Τρώων
πέτετʼ
ἠδʼ
ἐπικούρων
.
755
οἳ
δʼ
ἐς
Πανθοΐδην
ἀγαπήνορα
Πουλυδάμαντα
πάντες
ἐπεσσεύοντʼ
,
ἐπεὶ
Ἕκτορος
ἔκλυον
αὐδήν
.
αὐτὰρ
ὃ
Δηΐφοβόν
τε
βίην
θʼ
Ἑλένοιο
ἄνακτος
Ἀσιάδην
τʼ
Ἀδάμαντα
καὶ
Ἄσιον
Ὑρτάκου
υἱὸν
φοίτα
ἀνὰ
προμάχους
διζήμενος
,
εἴ
που
ἐφεύροι
.
760
τοὺς
δʼ
εὗρʼ
οὐκέτι
πάμπαν
ἀπήμονας
οὐδʼ
ἀνολέθρους
·
ἀλλʼ
οἳ
μὲν
δὴ
νηυσὶν
ἔπι
πρυμνῇσιν
Ἀχαιῶν
χερσὶν
ὑπʼ
Ἀργείων
κέατο
ψυχὰς
ὀλέσαντες
,
οἳ
δʼ
ἐν
τείχει
ἔσαν
βεβλημένοι
οὐτάμενοί
τε
.
τὸν
δὲ
τάχʼ
εὗρε
μάχης
ἐπʼ
ἀριστερὰ
δακρυοέσσης
765
δῖον
Ἀλέξανδρον
Ἑλένης
πόσιν
ἠϋκόμοιο
θαρσύνονθʼ
ἑτάρους
καὶ
ἐποτρύνοντα
μάχεσθαι
,
ἀγχοῦ
δʼ
ἱστάμενος
προσέφη
αἰσχροῖς
ἐπέεσσι
·
Δύσπαρι
εἶδος
ἄριστε
γυναιμανὲς
ἠπεροπευτὰ
ποῦ
τοι
Δηΐφοβός
τε
βίη
θʼ
Ἑλένοιο
ἄνακτος
770
Ἀσιάδης
τʼ
Ἀδάμας
ἠδʼ
Ἄσιος
Ὑρτάκου
υἱός
;
ποῦ
δέ
τοι
Ὀθρυονεύς
;
νῦν
ὤλετο
πᾶσα
κατʼ
ἄκρης
Ἴλιος
αἰπεινή
·
νῦν
τοι
σῶς
αἰπὺς
ὄλεθρος
.
τὸν
δʼ
αὖτε
προσέειπεν
Ἀλέξανδρος
θεοειδής
·
Ἕκτορ
ἐπεί
τοι
θυμὸς
ἀναίτιον
αἰτιάασθαι
,
775
ἄλλοτε
δή
ποτε
μᾶλλον
ἐρωῆσαι
πολέμοιο
μέλλω
,
ἐπεὶ
οὐδʼ
ἐμὲ
πάμπαν
ἀνάλκιδα
γείνατο
μήτηρ
·
ἐξ
οὗ
γὰρ
παρὰ
νηυσὶ
μάχην
ἤγειρας
ἑταίρων
,
ἐκ
τοῦ
δʼ
ἐνθάδʼ
ἐόντες
ὁμιλέομεν
Δαναοῖσι
νωλεμέως
·
ἕταροι
δὲ
κατέκταθεν
οὓς
σὺ
μεταλλᾷς
.
780
οἴω
Δηΐφοβός
τε
βίη
θʼ
Ἑλένοιο
ἄνακτος
οἴχεσθον
,
μακρῇσι
τετυμμένω
ἐγχείῃσιν
ἀμφοτέρω
κατὰ
χεῖρα
·
φόνον
δʼ
ἤμυνε
Κρονίων
.
νῦν
δʼ
ἄρχʼ
ὅππῃ
σε
κραδίη
θυμός
τε
κελεύει
·
ἡμεῖς
δʼ
ἐμμεμαῶτες
ἅμʼ
ἑψόμεθʼ
,
οὐδέ
τί
φημι
785
ἀλκῆς
δευήσεσθαι
,
ὅση
δύναμίς
γε
πάρεστι
.
πὰρ
δύναμιν
δʼ
οὐκ
ἔστι
καὶ
ἐσσύμενον
πολεμίζειν
.
ὣς
εἰπὼν
παρέπεισεν
ἀδελφειοῦ
φρένας
ἥρως
·
βὰν
δʼ
ἴμεν
ἔνθα
μάλιστα
μάχη
καὶ
φύλοπις
ἦεν
ἀμφί
τε
Κεβριόνην
καὶ
ἀμύμονα
Πουλυδάμαντα
790
Φάλκην
Ὀρθαῖόν
τε
καὶ
ἀντίθεον
Πολυφήτην
Πάλμύν
τʼ
Ἀσκάνιόν
τε
Μόρυν
θʼ
υἷʼ
Ἱπποτίωνος
,
οἵ
ῥʼ
ἐξ
Ἀσκανίης
ἐριβώλακος
ἦλθον
ἀμοιβοὶ
ἠοῖ
τῇ
προτέρῃ
·
τότε
δὲ
Ζεὺς
ὦρσε
μάχεσθαι
.
οἳ
δʼ
ἴσαν
ἀργαλέων
ἀνέμων
ἀτάλαντοι
ἀέλλῃ
,
795
ἥ
ῥά
θʼ
ὑπὸ
βροντῆς
πατρὸς
Διὸς
εἶσι
πέδον
δέ
,
θεσπεσίῳ
δʼ
ὁμάδῳ
ἁλὶ
μίσγεται
,
ἐν
δέ
τε
πολλὰ
κύματα
παφλάζοντα
πολυφλοίσβοιο
θαλάσσης
κυρτὰ
φαληριόωντα
,
πρὸ
μέν
τʼ
ἄλλʼ
,
αὐτὰρ
ἐπʼ
ἄλλα
·
ὣς
Τρῶες
πρὸ
μὲν
ἄλλοι
ἀρηρότες
,
αὐτὰρ
ἐπʼ
ἄλλοι
,
800
χαλκῷ
μαρμαίροντες
ἅμʼ
ἡγεμόνεσσιν
ἕποντο
.
Ἕκτωρ
δʼ
ἡγεῖτο
βροτολοιγῷ
ἶσος
Ἄρηϊ
Πριαμίδης
·
πρόσθεν
δʼ
ἔχεν
ἀσπίδα
πάντοσʼ
ἐΐσην
ῥινοῖσιν
πυκινήν
,
πολλὸς
δʼ
ἐπελήλατο
χαλκός
·
ἀμφὶ
δέ
οἱ
κροτάφοισι
φαεινὴ
σείετο
πήληξ
.
805
πάντῃ
δʼ
ἀμφὶ
φάλαγγας
ἐπειρᾶτο
προποδίζων
,
εἴ
πώς
οἱ
εἴξειαν
ὑπασπίδια
προβιβῶντι
·
ἀλλʼ
οὐ
σύγχει
θυμὸν
ἐνὶ
στήθεσσιν
Ἀχαιῶν
.
Αἴας
δὲ
πρῶτος
προκαλέσσατο
μακρὰ
βιβάσθων
·
δαιμόνιε
σχεδὸν
ἐλθέ
·
τί
ἢ
δειδίσσεαι
αὔτως
810
Ἀργείους
;
οὔ
τοί
τι
μάχης
ἀδαήμονές
εἰμεν
,
ἀλλὰ
Διὸς
μάστιγι
κακῇ
ἐδάμημεν
Ἀχαιοί
.
ἦ
θήν
πού
τοι
θυμὸς
ἐέλπεται
ἐξαλαπάξειν
νῆας
·
ἄφαρ
δέ
τε
χεῖρες
ἀμύνειν
εἰσὶ
καὶ
ἡμῖν
.
ἦ
κε
πολὺ
φθαίη
εὖ
ναιομένη
πόλις
ὑμὴ
815
χερσὶν
ὑφʼ
ἡμετέρῃσιν
ἁλοῦσά
τε
περθομένη
τε
.
σοὶ
δʼ
αὐτῷ
φημὶ
σχεδὸν
ἔμμεναι
ὁππότε
φεύγων
ἀρήσῃ
Διὶ
πατρὶ
καὶ
ἄλλοις
ἀθανάτοισι
θάσσονας
ἰρήκων
ἔμεναι
καλλίτριχας
ἵππους
,
οἵ
σε
πόλιν
δʼ
οἴσουσι
κονίοντες
πεδίοιο
.
820
ὣς
ἄρα
οἱ
εἰπόντι
ἐπέπτατο
δεξιὸς
ὄρνις
αἰετὸς
ὑψιπέτης
·
ἐπὶ
δʼ
ἴαχε
λαὸς
Ἀχαιῶν
θάρσυνος
οἰωνῷ
·
ὃ
δʼ
ἀμείβετο
φαίδιμος
Ἕκτωρ
·
Αἶαν
ἁμαρτοεπὲς
βουγάϊε
ποῖον
ἔειπες
·
εἰ
γὰρ
ἐγὼν
οὕτω
γε
Διὸς
πάϊς
αἰγιόχοιο
825
εἴην
ἤματα
πάντα
,
τέκοι
δέ
με
πότνια
Ἥρη
,
τιοίμην
δʼ
ὡς
τίετʼ
Ἀθηναίη
καὶ
Ἀπόλλων
,
ὡς
νῦν
ἡμέρη
ἥδε
κακὸν
φέρει
Ἀργείοισι
πᾶσι
μάλʼ
,
ἐν
δὲ
σὺ
τοῖσι
πεφήσεαι
,
αἴ
κε
ταλάσσῃς
μεῖναι
ἐμὸν
δόρυ
μακρόν
,
ὅ
τοι
χρόα
λειριόεντα
830
δάψει
·
ἀτὰρ
Τρώων
κορέεις
κύνας
ἠδʼ
οἰωνοὺς
δημῷ
καὶ
σάρκεσσι
πεσὼν
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
.
ὣς
ἄρα
φωνήσας
ἡγήσατο
·
τοὶ
δʼ
ἅμʼ
ἕποντο
ἠχῇ
θεσπεσίῃ
,
ἐπὶ
δʼ
ἴαχε
λαὸς
ὄπισθεν
.
Ἀργεῖοι
δʼ
ἑτέρωθεν
ἐπίαχον
,
οὐδὲ
λάθοντο
835
ἀλκῆς
,
ἀλλʼ
ἔμενον
Τρώων
ἐπιόντας
ἀρίστους
.
ἠχὴ
δʼ
ἀμφοτέρων
ἵκετʼ
αἰθέρα
καὶ
Διὸς
αὐγάς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.