ἦ
ῥα
,
καὶ
ἐκ
νεκροῖο
ἐρύσσατο
χάλκεον
ἔγχος
,
καὶ
τό
γʼ
ἄνευθεν
ἔθηχʼ
,
ὃ
δʼ
ἀπʼ
ὤμων
τεύχεʼ
ἐσύλα
αἱματόεντʼ
·
ἄλλοι
δὲ
περίδραμον
υἷες
Ἀχαιῶν
,
οἳ
καὶ
θηήσαντο
φυὴν
καὶ
εἶδος
ἀγητὸν
370
Ἕκτορος
·
οὐδʼ
ἄρα
οἵ
τις
ἀνουτητί
γε
παρέστη
.
ὧδε
δέ
τις
εἴπεσκεν
ἰδὼν
ἐς
πλησίον
ἄλλον
·
ὢ
πόποι
,
ἦ
μάλα
δὴ
μαλακώτερος
ἀμφαφάασθαι
Ἕκτωρ
ἢ
ὅτε
νῆας
ἐνέπρησεν
πυρὶ
κηλέῳ
.
ὣς
ἄρα
τις
εἴπεσκε
καὶ
οὐτήσασκε
παραστάς
.
375
τὸν
δʼ
ἐπεὶ
ἐξενάριξε
ποδάρκης
δῖος
Ἀχιλλεύς
,
στὰς
ἐν
Ἀχαιοῖσιν
ἔπεα
πτερόεντʼ
ἀγόρευεν
·
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
ἐπεὶ
δὴ
τόνδʼ
ἄνδρα
θεοὶ
δαμάσασθαι
ἔδωκαν
,
ὃς
κακὰ
πόλλʼ
ἔρρεξεν
ὅσʼ
οὐ
σύμπαντες
οἱ
ἄλλοι
,
380
εἰ
δʼ
ἄγετʼ
ἀμφὶ
πόλιν
σὺν
τεύχεσι
πειρηθῶμεν
,
ὄφρά
κʼ
ἔτι
γνῶμεν
Τρώων
νόον
ὅν
τινʼ
ἔχουσιν
,
ἢ
καταλείψουσιν
πόλιν
ἄκρην
τοῦδε
πεσόντος
,
ἦε
μένειν
μεμάασι
καὶ
Ἕκτορος
οὐκέτʼ
ἐόντος
.
ἀλλὰ
τί
ἤ
μοι
ταῦτα
φίλος
διελέξατο
θυμός
;
385
κεῖται
πὰρ
νήεσσι
νέκυς
ἄκλαυτος
ἄθαπτος
Πάτροκλος
·
τοῦ
δʼ
οὐκ
ἐπιλήσομαι
,
ὄφρʼ
ἂν
ἔγωγε
ζωοῖσιν
μετέω
καί
μοι
φίλα
γούνατʼ
ὀρώρῃ
·
εἰ
δὲ
θανόντων
περ
καταλήθοντʼ
εἰν
Ἀΐδαο
αὐτὰρ
ἐγὼ
καὶ
κεῖθι
φίλου
μεμνήσομʼ
ἑταίρου
.
390
νῦν
δʼ
ἄγʼ
ἀείδοντες
παιήονα
κοῦροι
Ἀχαιῶν
νηυσὶν
ἔπι
γλαφυρῇσι
νεώμεθα
,
τόνδε
δʼ
ἄγωμεν
.
ἠράμεθα
μέγα
κῦδος
·
ἐπέφνομεν
Ἕκτορα
δῖον
,
ᾧ
Τρῶες
κατὰ
ἄστυ
θεῷ
ὣς
εὐχετόωντο
.
ἦ
ῥα
,
καὶ
Ἕκτορα
δῖον
ἀεικέα
μήδετο
ἔργα
.
395
ἀμφοτέρων
μετόπισθε
ποδῶν
τέτρηνε
τένοντε
ἐς
σφυρὸν
ἐκ
πτέρνης
,
βοέους
δʼ
ἐξῆπτεν
ἱμάντας
,
ἐκ
δίφροιο
δʼ
ἔδησε
,
κάρη
δʼ
ἕλκεσθαι
ἔασεν
·
ἐς
δίφρον
δʼ
ἀναβὰς
ἀνά
τε
κλυτὰ
τεύχεʼ
ἀείρας
μάστιξέν
ῥʼ
ἐλάαν
,
τὼ
δʼ
οὐκ
ἀέκοντε
πετέσθην
.
400
τοῦ
δʼ
ἦν
ἑλκομένοιο
κονίσαλος
,
ἀμφὶ
δὲ
χαῖται
κυάνεαι
πίτναντο
,
κάρη
δʼ
ἅπαν
ἐν
κονίῃσι
κεῖτο
πάρος
χαρίεν
·
τότε
δὲ
Ζεὺς
δυσμενέεσσι
δῶκεν
ἀεικίσσασθαι
ἑῇ
ἐν
πατρίδι
γαίῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.