λῦτο
δʼ
ἀγών
,
λαοὶ
δὲ
θοὰς
ἐπὶ
νῆας
ἕκαστοι
1
ἐσκίδναντʼ
ἰέναι
.
τοὶ
μὲν
δόρποιο
μέδοντο
ὕπνου
τε
γλυκεροῦ
ταρπήμεναι
·
αὐτὰρ
Ἀχιλλεὺς
κλαῖε
φίλου
ἑτάρου
μεμνημένος
,
οὐδέ
μιν
ὕπνος
ᾕρει
πανδαμάτωρ
,
ἀλλʼ
ἐστρέφετʼ
ἔνθα
καὶ
ἔνθα
5
Πατρόκλου
ποθέων
ἀνδροτῆτά
τε
καὶ
μένος
ἠΰ
,
ἠδʼ
ὁπόσα
τολύπευσε
σὺν
αὐτῷ
καὶ
πάθεν
ἄλγεα
ἀνδρῶν
τε
πτολέμους
ἀλεγεινά
τε
κύματα
πείρων
·
τῶν
μιμνησκόμενος
θαλερὸν
κατὰ
δάκρυον
εἶβεν
,
ἄλλοτʼ
ἐπὶ
πλευρὰς
κατακείμενος
,
ἄλλοτε
δʼ
αὖτε
10
ὕπτιος
,
ἄλλοτε
δὲ
πρηνής
·
τοτὲ
δʼ
ὀρθὸς
ἀναστὰς
δινεύεσκʼ
ἀλύων
παρὰ
θῖνʼ
ἁλός
·
οὐδέ
μιν
ἠὼς
φαινομένη
λήθεσκεν
ὑπεὶρ
ἅλα
τʼ
ἠϊόνας
τε
.
ἀλλʼ
ὅ
γʼ
ἐπεὶ
ζεύξειεν
ὑφʼ
ἅρμασιν
ὠκέας
ἵππους
,
Ἕκτορα
δʼ
ἕλκεσθαι
δησάσκετο
δίφρου
ὄπισθεν
,
15
τρὶς
δʼ
ἐρύσας
περὶ
σῆμα
Μενοιτιάδαο
θανόντος
αὖτις
ἐνὶ
κλισίῃ
παυέσκετο
,
τὸν
δέ
τʼ
ἔασκεν
ἐν
κόνι
ἐκτανύσας
προπρηνέα
·
τοῖο
δʼ
Ἀπόλλων
πᾶσαν
ἀεικείην
ἄπεχε
χροῒ
φῶτʼ
ἐλεαίρων
καὶ
τεθνηότα
περ
·
περὶ
δʼ
αἰγίδι
πάντα
κάλυπτε
20
χρυσείῃ
,
ἵνα
μή
μιν
ἀποδρύφοι
ἑλκυστάζων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.