αὐτὰρ
ἐπεί
ῥʼ
εὔξαντο
καὶ
οὐλοχύτας
προβάλοντο
,
αὐέρυσαν
μὲν
πρῶτα
καὶ
ἔσφαξαν
καὶ
ἔδειραν
,
μηρούς
τʼ
ἐξέταμον
κατά
τε
κνίσῃ
ἐκάλυψαν
460
δίπτυχα
ποιήσαντες
,
ἐπʼ
αὐτῶν
δʼ
ὠμοθέτησαν
·
καῖε
δʼ
ἐπὶ
σχίζῃς
ὁ
γέρων
,
ἐπὶ
δʼ
αἴθοπα
οἶνον
λεῖβε
·
νέοι
δὲ
παρʼ
αὐτὸν
ἔχον
πεμπώβολα
χερσίν
.
αὐτὰρ
ἐπεὶ
κατὰ
μῆρε
κάη
καὶ
σπλάγχνα
πάσαντο
,
μίστυλλόν
τʼ
ἄρα
τἆλλα
καὶ
ἀμφʼ
ὀβελοῖσιν
ἔπειραν
,
465
ὤπτησάν
τε
περιφραδέως
,
ἐρύσαντό
τε
πάντα
.
αὐτὰρ
ἐπεὶ
παύσαντο
πόνου
τετύκοντό
τε
δαῖτα
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
κοῦροι
μὲν
κρητῆρας
ἐπεστέψαντο
ποτοῖο
,
470
νώμησαν
δʼ
ἄρα
πᾶσιν
ἐπαρξάμενοι
δεπάεσσιν
·
οἳ
δὲ
πανημέριοι
μολπῇ
θεὸν
ἱλάσκοντο
καλὸν
ἀείδοντες
παιήονα
κοῦροι
Ἀχαιῶν
μέλποντες
ἑκάεργον
·
ὃ
δὲ
φρένα
τέρπετʼ
ἀκούων
.
ἦμος
δʼ
ἠέλιος
κατέδυ
καὶ
ἐπὶ
κνέφας
ἦλθε
,
475
δὴ
τότε
κοιμήσαντο
παρὰ
πρυμνήσια
νηός
·
ἦμος
δʼ
ἠριγένεια
φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
καὶ
τότʼ
ἔπειτʼ
ἀνάγοντο
μετὰ
στρατὸν
εὐρὺν
Ἀχαιῶν
·
τοῖσιν
δʼ
ἴκμενον
οὖρον
ἵει
ἑκάεργος
Ἀπόλλων
·
οἳ
δʼ
ἱστὸν
στήσαντʼ
ἀνά
θʼ
ἱστία
λευκὰ
πέτασσαν
,
480
ἐν
δʼ
ἄνεμος
πρῆσεν
μέσον
ἱστίον
,
ἀμφὶ
δὲ
κῦμα
στείρῃ
πορφύρεον
μεγάλʼ
ἴαχε
νηὸς
ἰούσης
·
ἣ
δʼ
ἔθεεν
κατὰ
κῦμα
διαπρήσσουσα
κέλευθον
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἵκοντο
κατὰ
στρατὸν
εὐρὺν
Ἀχαιῶν
,
νῆα
μὲν
οἵ
γε
μέλαιναν
ἐπʼ
ἠπείροιο
ἔρυσσαν
485
ὑψοῦ
ἐπὶ
ψαμάθοις
,
ὑπὸ
δʼ
ἕρματα
μακρὰ
τάνυσσαν
·
αὐτοὶ
δʼ
ἐσκίδναντο
κατὰ
κλισίας
τε
νέας
τε
.
αὐτὰρ
ὃ
μήνιε
νηυσὶ
παρήμενος
ὠκυπόροισι
διογενὴς
Πηλῆος
υἱὸς
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
οὔτέ
ποτʼ
εἰς
ἀγορὴν
πωλέσκετο
κυδιάνειραν
490
οὔτέ
ποτʼ
ἐς
πόλεμον
,
ἀλλὰ
φθινύθεσκε
φίλον
κῆρ
αὖθι
μένων
,
ποθέεσκε
δʼ
ἀϋτήν
τε
πτόλεμόν
τε
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.